Book 5
23.21
τῶν δὲ πολεμίων τῷ ἀπροσδοκήτῳ καταπλαγέντων καὶ οὐκ ἐν τάξει συντεταγμένων, ἀλλὰ ἄλλου ἄλλῃ φερομένου, τοῦ περιβόλου τὰς πύλας ἀνακλίνας ἐξαπιναίως ἅπαν ἐπὶ τοὺς ἐναντίους ἠφίει τὸ στράτευμα.
23.22
καὶ οἱ μὲν Γότθοι ἐς ἀλκὴν ἥκιστα ἔβλεπον, ἀλλ’ ἐς φυγήν, ὅπη ἕκαστος ἔτυχεν, ὥρμηντο· ἐπισπόμενοι δὲ Ῥωμαῖοι τοὺς ἀεὶ ἐν ποσὶ ῥᾷστα ἔκτεινον, ἥ τε δίωξις πολλὴ γέγονεν, ἐπεὶ οἱ Γότθοι μακρὰν ἀπολελειμμένοι τῶν σφετέρων χαρακωμάτων τῇδε ἐτειχομάχουν.
23.23
Βελισάριος δὲ τὰς τῶν πολεμίων μηχανὰς καίειν ἐκέλευεν, ἐπὶ πλεῖστόν τε ἡ φλὸξ αἰρομένη μείζονα τὴν ἔκπληξιν, ὡς τὸ εἰκός, τοῖς φεύγουσιν ἐποίει.
23.24
Ἐν τούτῳ δὲ καὶ κατὰ πύλην Σαλαρίαν ξυμπεσεῖν τὴν ὁμοίαν τύχην ξυνέβη. τάς τε γὰρ πύλας ἐξαπιναίως ἀνέῳγον καὶ ἐς τοὺς βαρβάρους ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπιπτον, τούτους τε οὐκ ἀμυνομένους, ἀλλὰ τὰ νῶτα στρέψαντας ἔκτεινον,
23.25
καὶ τὰ κατ’ αὐτοὺς μηχανήματα ἔκαιον. καὶ ἣ τε φλὸξ πολλαχῆ τοῦ τείχους ἐπὶ μέγα ἤρθη ἥ τε τῶν Γότθων ὑπαγωγὴ κατὰ κράτος ἤδη ἐκ παντὸς τοῦ περιβόλου ἐγίνετο, καὶ ἡ κραυγὴ ἀμφοτέρωθεν ὑπερφυὴς ἦν, τῶν μὲν ἐν τῷ τείχει τοῖς διώκουσιν ἐγκελευομένων, τῶν δὲ ἐν τοῖς χαρακώμασι τὴν τοῦ πάθους ὑπερβολὴν ὀδυρομένων.
23.26
ἀπέθανον δὲ Γότθων ἐκείνῃ τῇ ἡμέρᾳ τρισμύριοι, ὡς αὐτῶν οἱ ἄρχοντες ἰσχυρίζοντο, καὶ τραυματίαι πλείους ἐγένοντο· ἅτε γὰρ ἐν πλήθει πολλῷ οἵ τε ἀπὸ τῶν ἐπάλξεων τὰ πλεῖστα ἐτύγχανον εἰς αὐτοὺς βάλλοντες καὶ οἱ τὰς ἐπεκδρομὰς ποιούμενοι πάμπολύ τι χρῆμα καταπεπληγμένων τε καὶ φευγόντων ἀνθρώπων διέφθειρον.