Book 5
22.22
ἐπεὶ δὲ καρτερῶς τε οἱ Γότθοι ἐνέκειντο, βάλλοντες συχνὰ ἐς τὰς ἐπάλξεις, καὶ τὰς κλίμακας ἤδη προσθήσειν τῷ τειχίσματι ἔμελλον, κυκλώσαντες σχεδόν τι τοὺς ἐκ τοῦ τάφου ἀμυνομένους, ἀεὶ γὰρ αὐτοῖς, εἰ χωρήσειαν, κατὰ νώτου ἐκ τῶν πλαγίων ἐγίνοντο, χρόνον μέν τινα ὀλίγον ἔκπληξις τοῖς Ῥωμαίοις ἐγένετο οὐκ ἔχουσι καθ’ ὅ τι χρὴ ἀμυνομένους σωθῆναι, μετὰ δὲ ξυμφρονήσαντες τῶν ἀγαλμάτων τὰ πλεῖστα, μεγάλα λίαν ὄντα, διέφθειρον, αἴροντές τε λίθους περιπληθεῖς ἐνθένδε χερσὶν ἀμφοτέραις κατὰ κορυφὴν ἐπὶ τοὺς πολεμίους ἐρρίπτουν, οἱ δὲ βαλλόμενοι ἐνεδίδοσαν.
22.23
κατὰ βραχύ τε αὐτῶν ὑποχωρούντων, τὸ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες, ἐθάρσησάν τε καὶ ξὺν βοῇ μείζονι τόξοις τε καὶ λίθων βολαῖς τοὺς τειχομαχοῦντας ἠμύνοντο.
22.24
καὶ τῶν μηχανῶν ἁψάμενοι ἐς δέος μέγα τοὺς ἐναντίους ἦγον, ἥ τε προσβολὴ αὐτῶν δι’ ὀλίγου ἐγένετο.
22.25
παρῆν δὲ ἤδη καὶ Κωνσταντῖνος δεδιξάμενός τε τοὺς τοῦ ποταμοῦ ἀποπειρασαμένους καὶ ῥᾳδίως ὠσάμενος, ἐπεὶ οὐ παντάπασιν ἀφύλακτον, ὥσπερ ᾤοντο, τὸ ἐκείνῃ τείχισμα εὗρον. οὕτω τε ἐν τῷ ἀσφαλεῖ τὰ ἀμφὶ πύλην Αὐρηλίαν ἐγένετο.
23.1
Ἐς μέντοι πύλην τὴν ὑπὲρ ποταμὸν Τίβεριν, ἣ Παγκρατιανὴ καλεῖται, δύναμις τῶν πολεμίων ἐλθοῦσα οὐδὲν ὅ τι καὶ ἄξιον λόγου ἔδρασε, χωρίου ἰσχύϊ· ἀνάντης τε γὰρ καὶ πρὸς τὰς ἐφόδους οὐκ εὐπετὴς ταύτῃ ὁ τῆς πόλεως περίβολός ἐστι.
23.2
Παῦλος ἐνταῦθα φυλακὴν εἶχε, ξὺν καταλόγῳ πεζικῷ οὗ αὐτὸς ἦρχεν. οὐ μὴν οὐδὲ πύλης Φλαμινίας ἀπεπειράσαντο, ἐπεὶ ἐν χώρῳ κρημνώδει κειμένη οὐ λίαν ἐστὶν εὐπρόσοδος.