Book 5
22.16
ᾧ δὴ ἐπέστειλε καὶ τῆς φυλακῆς τείχους τοῦ ἐχομένου ἐπιμελεῖσθαι, φαύλην τινὰ καὶ οὐκ ἀξιόλογον φρουρὰν ἔχοντος. ἥκιστα γὰρ ταύτῃ ἐπιμάχου ὄντος τοῦ περιβόλου, ἅτε τοῦ ποταμοῦ παραρρέοντος, οὐδεμίαν αὐτόθι προσβολὴν ἔσεσθαι ὑποτοπήσας, οὐκ ἀξιόλογον ἐνταῦθα φυλακτήριον κατεστήσατο, ἀλλ’ ὀλίγων οἱ τῶν στρατιωτῶν ὄντων, τοῖς τῶν χωρίων ἀναγκαιοτάτοις τὸ πλῆθος ἔνειμεν.
22.17
ἐς πεντακισχιλίους γὰρ μάλιστα τὸ βασιλέως στράτευμα ἐν Ῥώμῃ κατ’ ἀρχὰς τῆσδε τῆς πολιορκίας ξυνῄει.
22.18
Κωνσταντῖνος δὲ ʽκαὶ γάρ οἱ ἠγγέλλοντο οἱ πολέμιοι τῆς ἐς τὸν Τίβεριν ἀποπειρώμενοι διαβάσεωσ̓ δείσας περὶ τῷ ἐκείνῳ τειχίσματι αὐτὸς μὲν κατὰ τάχος ἐκεῖσε ξὺν ὀλίγοις τισὶν ἐβοήθει, τοῖς δὲ πλείοσι τῆς ἐν τῇ πύλῃ τε καὶ τῷ τάφῳ φρουρᾶς ἐπιμελεῖσθαι παρήγγελλεν.
22.19
ἐν τούτῳ δὲ οἱ Γότθοι πύλῃ τῇ Αὐρηλίᾳ καὶ τῷ Ἀδριανοῦ πύργῳ προσέβαλλον, μηχανὴν μὲν οὐδεμίαν ἔχοντες, κλιμάκων δὲ πάμπολύ τι ἐπαγόμενοι χρῆμα καὶ τοξευμάτων πλήθει ῥᾷον ἔς τε ἀπορίαν καταστήσασθαι τοὺς πολεμίους οἰόμενοι καὶ τοῦ ἐνταῦθα φυλακτηρίου κρατήσειν δι’ ὀλιγανθρωπίαν οὐδενὶ πόνῳ.
22.20
θύρας δὲ προβεβλημένοι ἐβάδιζον, οὐδὲν ἐλασσουμένας τῶν ἐν Πέρσαις θυρεῶν, καὶ ἔλαθόν γε τοὺς ἐναντίους ἀγχοτάτω αὐτῶν ἥκοντες.
22.21
ὑπὸ γὰρ τῇ στοᾷ κρυπτόμενοι ἦλθον ἣ ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν διήκει. ἐνθένδε φανέντες ἐξαπιναίως ἔργου εἴχοντο, ὡς μήτε τῇ καλουμένῃ βαλλίστρᾳ χρῆσθαι τοὺς φύλακας οἵους τε εἶναι ʽοὐ γὰρ πέμπουσιν ὅτι μὴ ἐξ ἐναντίας αἱ μηχαναὶ αὗται τὰ βέλἠ οὐ μὴν οὐδὲ τοῖς τοξεύμασι τοὺς ἐπιόντας ἀμύνεσθαι, τοῦ πράγματος σφίσι διὰ τὰς θύρας ἀντιστατοῦντος.