Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

22.10 Οὐίττιγις δὲ ταύτῃ ἀποκρουσθείς, Γότθων μὲν στρατιὰν πολλὴν αὐτοῦ εἴασε, φάλαγγα δὲ αὐτῶν βαθεῖαν κομιδῆ ποιησάμενος καὶ τοῖς ἄρχουσιν ἐπιστείλας προσβολὴν μὲν μηδαμῆ τοῦ περιβόλου ποιεῖσθαι, μένοντας δὲ ἐν τάξει βάλλειν τε συχνὰ ἐς τὰς ἐπάλξεις καὶ ὡς ἥκιστα Βελισαρίῳ καιρὸν ἐνδιδόναι ἐπιβοηθεῖν ἑτέρωσε τοῦ τείχους ὅπη ἂν αὐτὸς προσβάλλειν μέλλῃ στρατῷ πλείονι, οὕτω δὴ ἀμφὶ πύλην Πραινεστίναν ἐπὶ μοῖραν τοῦ περιβόλου ἣν Ῥωμαῖοι Βιβάριον καλοῦσι, καὶ ᾗ τὸ τεῖχος ἦν ἐπιμαχώτατον μάλιστα,
22.11 πολλῷ στρατῷ ᾔει. ἐτύγχανον δὲ ἤδη καὶ μηχαναὶ ἄλλαι πύργων τε καὶ κριῶν καὶ κλίμακες πολλαὶ ἐνταῦθα οὖσαι.
22.12 Ἐν τούτῳ δὲ Γότθων προσβολὴ ἑτέρα ἐς πύλην Αὐρηλίαν ἐγίνετο τρόπῳ τοιῷδε. Ἀδριανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος τάφος ἔξω πύλης Αὐρηλίας ἐστίν, ἀπέχων τοῦ περιβόλου ὅσον λίθου βολήν, θέαμα λόγου πολλοῦ ἄξιον.
22.13 πεποίηται γὰρ ἐκ λίθου Παρίου καὶ οἱ λίθοι ἐπ’ ἀλλήλοις μεμύκασιν, οὐδὲν ἄλλο ἐντὸς ἔχοντες. πλευραί τε αὐτοῦ τέσσαρές εἰσιν ἴσαι ἀλλήλαις, εὖρος μὲν σχεδόν τι ἐς λίθου βολὴν ἑκάστη ἔχουσα, μῆκος δὲ ὑπὲρ τὸ τῆς πόλεως τεῖχος·
22.14 ἀγάλματά τε ἄνω ἐκ λίθου εἰσὶ τοῦ αὐτοῦ ἀνδρῶν τε καὶ ἵππων θαυμάσια οἷα. τοῦτον δὴ τὸν τάφον οἱ παλαιοὶ ἄνθρωποι ʽἐδόκει γὰρ τῇ πόλει ἐπιτείχισμα εἶναἰ τειχίσμασι δύο ἐς αὐτὸν ἀπὸ τοῦ περιβόλου διήκουσι περιβάλλουσι καὶ μέρος εἶναι τοῦ τείχους πεποίηνται.
22.15 ἔοικε γοῦν πύργῳ ὑψηλῷ πύλης τῆς ἐκείνῃ προβεβλημένῳ. ἦν μὲν οὖν τὸ ἐνταῦθα ὀχύρωμα ἱκανώτατον. τούτου δὲ τῷ φυλακτηρίῳ Κωνσταντῖνον ἐπιστήσας Βελισάριος ἔτυχεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme