Book 5
20.16
φημὶ δὲ ὑμῖν ἀφίξεσθαι χρόνον ἡνίκα ὑπὸ ταῖς ἀκάνθαις βουλόμενοι τὰς κεφαλὰς κρύπτεσθαι οὐδαμῆ ἕξετε.
20.17
Ῥώμην μέντοι ἑλόντες ἡμεῖς τῶν ἀλλοτρίων οὐδὲν ἔχομεν, ἀλλ’ ὑμεῖς ταύτης τὰ πρότερα ἐπιβατεύσαντες, οὐδὲν ὑμῖν προσῆκον, νῦν οὐχ ἑκόντες τοῖς πάλαι κεκτημένοις ἀπέδοτε.
20.18
ὅστις δὲ ὑμῶν Ῥώμης ἐλπίδα ἔχει ἀμαχητὶ ἐπιβήσεσθαι, γνώμης ἁμαρτάνει. ζῶντα γὰρ Βελισάριον μεθήσεσθαι ταύτης ἀδύνατον.” τοσαῦτα μὲν καὶ Βελισάριος εἶπε.
20.19
Ῥωμαῖοι δὲ ἐν δέει μεγάλῳ γενόμενοι ἡσυχῆ ἐκάθηντο, καὶ οὐδὲν τοῖς πρέσβεσιν ἀντιλέγειν ἐτόλμων, καίπερ ἐπὶ τῇ ἐς Γότθους προδοσίᾳ πολλὰ πρὸς αὐτῶν κακιζόμενοι, πλήν γε δὴ ὅτι Φιδέλιος αὐτοὺς ἐρεσχελεῖν ἔγνω.
20.20
ὃς τότε τῆς αὐλῆς ὕπαρχος καταστὰς πρὸς Βελισαρίου ἐτύγχανε, καὶ ἀπ’ αὐτοῦ πάντων μάλιστα ἔδοξε βασιλεῖ εὐνοϊκῶς ἔχειν.
21.1
Οὕτω μὲν δὴ οἱ πρέσβεις ἐς τὸ σφέτερον στρατόπεδον ἐκομίζοντο. καὶ ἐπεὶ αὐτῶν Οὐίττιγις ἐπυνθάνετο ὁποῖός τε ἀνὴρ Βελισάριος εἴη καὶ γνώμης ὅπως ποτὲ ἀμφὶ τῇ ἐνθένδε ἀναχωρήσει ἔχοι, ἀπεκρίναντο ὡς οὐκ εἰκότα Γότθοι ἐλπίζουσι, δεδίξεσθαι Βελισάριον ὅτῳ δὴ τρόπῳ οἰόμενοι.
21.2
Οὐίττιγις δὲ ταῦτα ἀκούσας τειχομαχεῖν τε πολλῇ σπουδῇ ἐβουλεύετο καὶ τὰ ἐς τὴν τοῦ περιβόλου ἐπιβουλὴν ἐξηρτύετο ὧδε.
21.3
πύργους ξυλίνους ἐποιήσατο ἴσους τῷ τείχει τῶν πολεμίων, καὶ ἔτυχέ γε τοῦ ἀληθοῦς μέτρου πολλάκις ξυμμετρησάμενος ταῖς τῶν λίθων ἐπιβολαῖς.
21.4
τούτοις δὲ τοῖς πύργοις τροχοὶ ἐς τὴν βάσιν ἐμβεβλημένοι πρὸς γωνίᾳ ἑκάστῃ ὑπέκειντο, οἳ δὴ αὐτοὺς κυλινδούμενοι ῥᾷστα περιάξειν ἔμελλον ὅπη οἱ τειχομαχοῦντες ἀεὶ βούλοιντο, καὶ βόες τοὺς πύργους ξυνδεδεμένοι εἷλκον.