Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

19.20 ἔμπροσθεν τῆς γεφύρας ἧς ἄρτι πρὸς τῷ περιβόλῳ οὔσης ἐμνήσθην, σχοίνους ἀρτήσας ἐξ ἑκατέρας τοῦ ποταμοῦ ὄχθης ὡς ἄριστα ἐντεταμένας, ταύταις τε λέμβους δύο παρ’ ἀλλήλους ξυνδήσας, πόδας δύο ἀπ’ ἀλλήλων διέχοντας, ᾗ μάλιστα ἡ τῶν ὑδάτων ἐπιρροὴ ἐκ τοῦ τῆς γεφύρας κυρτώματος ἀκμάζουσα κατῄει, μύλας τε δύο ἐν λέμβῳ ἑκατέρῳ ἐνθέμενος ἐς τὸ μεταξὺ τὴν μηχανὴν ἀπεκρέμασεν ἣ τὰς μύλας στρέφειν εἰώθει.
19.21 ἐπέκεινα δὲ ἄλλας τε ἀκάτους ἐχομένας τῶν ἀεὶ ὄπισθεν κατὰ λόγον ἐδέσμευε, καὶ τὰς μηχανὰς τρόπῳ τῷ αὐτῷ ἐπὶ πλεῖστον ἐνέβαλε.
19.22 προϊούσης οὖν τῆς τοῦ ὕδατος ῥύμης αἱ μηχαναὶ ἐφεξῆς ἅπασαι ἐφ’ ἑαυτὰς καλινδούμεναι ἐνήργουν τε τὰς κατ’ αὐτὰς μύλας καὶ τῇ πόλει τὰ αὐτάρκη ἤλουν. ἃ δὴ οἱ πολέμιοι πρὸς τῶν αὐτομόλων γνόντες ἀφανίζουσι τὰς μηχανὰς τρόπῳ τοιῷδε.
19.23 δένδρα μεγάλα καὶ σώματα Ῥωμαίων νεοσφαγῆ ἐς τὸν ποταμὸν συμφοροῦντες ἐρρίπτουν.
19.24 τούτων τε τὰ πλεῖστα ξὺν τῷ ῥεύματι ἐς μέσα τὰ σκάφη φερόμενα τὴν μηχανὴν ἀπεκαύλιζε. Βελισάριος δὲ κατιδὼν τὰ ποιούμενα προσεπετεχνήσατο τάδε.
19.25 ἁλύσεις μακρὰς σιδηρᾶς πρὸ τῆς γεφύρας ἤρτησεν, ἐξικνουμένας ἐς Τίβεριν ὅλον. αἷς δὴ προσπίπτοντα ξύμπαντα ὅσα ὁ ποταμὸς ἔφερε, ξυνίστατό τε καὶ οὐκέτι ἐς τὰ πρόσω ἐχώρει.
19.26 ταῦτά τε ἀνέλκοντες ἀεὶ οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο εἰς τὴν γῆν ἔφερον. ταῦτα δὲ Βελισάριος ἐποίει οὐ τοσοῦτον τῶν μυλῶν ἕνεκα ὅσον ὅτι ἐνθένδε ἐς δέος τε καὶ ἔννοιαν ἦλθε μὴ λάθωσιν ἀκάτοις πολλαῖς οἱ πολέμιοι ἐντὸς τῆς γεφύρας καὶ ἐν μέσῃ πόλει γενόμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme