Book 5
19.13
Γότθοι μὲν οὖν οὕτω ταξάμενοι διεῖλον τοὺς ὀχετοὺς ἅπαντας, ὅπως δὴ ὕδωρ ὡς ἥκιστα ἐς τὴν πόλιν ἐνθένδε εἰσίοι. Ῥώμης δὲ ὀχετοὶ τεσσαρεσκαίδεκα μὲν τὸ πλῆθός εἰσιν, ἐκ πλίνθου δὲ ὠπτημένης τοῖς πάλαι ἀνθρώποις πεποίηνται, ἐς τοσοῦτον εὔρους καὶ βάθους διήκοντες ὥστε ἀνθρώπῳ ἵππῳ ὀχουμένῳ ἐνταῦθα ἱππεύειν δυνατὰ εἶναι.
19.14
Βελισάριος δὲ τὰ ἐς τὴν φυλακὴν τῆς πόλεως διεκόσμει ὧδε. πυλίδα μὲν αὐτὸς τὴν Πιγκιανὴν καὶ πύλην τὴν ταύτης ἐν δεξιᾷ εἶχεν,
19.15
ἣ Σαλαρία ὠνόμασται. κατὰ ταύτας γὰρ ἐπίμαχος ἦν ὁ περίβολος, καὶ Ῥωμαίοις ἐξιτητὰ ἐπὶ τοὺς πολεμίους ὄντα ἐτύγχανε. Πραινεστίναν δὲ Βέσσᾳ ἔδωκε.
19.16
καὶ τῇ Φλαμινίᾳ, ἣ Πιγκιανῆς ἐπὶ θάτερά ἐστι, Κωνσταντῖνον ἐπέστησε, τάς τε πύλας ἐπιθεὶς πρότερον, καὶ λίθων μεγάλων οἰκοδομίᾳ ἔνδοθεν αὐτὰς ἀποφράξας ὡς μάλιστα, ὅπως δὴ αὐτὰς μηδενὶ ἀνακλίνειν δυνατὰ εἴη.
19.17
τῶν γὰρ χαρακωμάτων ἑνὸς ἀγχοτάτω ὄντος ἔδεισε μή τις ἐπὶ τῇ πόλει ἐνέδρα πρὸς τῶν πολεμίων ἐνταῦθα ἔσται.
19.18
τὰς δὲ λειπομένας τῶν πεζικῶν καταλόγων τοὺς ἄρχοντας διαφυλάσσειν ἐκέλευε. τῶν τε ὀχετῶν ἕκαστον ὡς ἀσφαλέστατα οἰκοδομίᾳ ἐπὶ πλεῖστον κατέλαβε, μή τις ἔξωθεν κακουργήσων ἐνταῦθα ἴοι.
19.19
Ἐπεὶ δὲ τῶν ὀχετῶν, καθάπερ μοι εἴρηται, διαιρεθέντων οὐκέτι τὰς μύλας τὸ ὕδωρ ἐνήργει, ζῴοις τέ τισιν ἐργάζεσθαι αὐτὰς οὐδαμῆ εἶχον, τροφῆς ἁπάσης ἅτε ἐν πολιορκίᾳ σπανίζοντες; οἵ γε καὶ ἵππων μόλις τῶν σφίσιν ἀναγκαίων ἐδύναντο ἐπιμελεῖσθαι, Βελισάριος ἐξεῦρε τόδε.