Book 5
18.31
τρίτῃ δὲ ἡμέρᾳ ἐπειδὴ στρατοπεδευσάμενοι ἄγχιστα τοῦ Ῥώμης περιβόλου οἱ βάρβαροι ἔπεμψάν τινας ἐφ’ ᾧ νεκρούς τε τοὺς σφετέρους θάψουσι καὶ τὰ νόμιμα ἐπὶ ὁσίᾳ τῇ ἐκείνων ποιήσονται, οἱ τὰ σώματα τῶν κειμένων διερευνώμενοι Οὐίσανδον Βανδαλάριον ἔτι ἔμπνουν εὑρίσκουσι, καὶ αὐτὸν τῶν τις ἑταίρων φωνήν τινά οἱ ἀφεῖναι ἠξίου.
18.32
ὁ δέ, οὐδὲ γὰρ ἐδύνατο, ἐπεί οἱ τὰ ἐντὸς τῷ τε λιμῷ καὶ τῷ ἐκ τῆς ἄλλης κακοπαθείας αὐχμῷ λίαν ἐκάετο, ὕδωρ οἱ ἔνευεν ἐς τὸ στόμα ἐμβάλλεσθαι. πιόντα τε αὐτὸν καὶ ἐν αὑτῷ γεγονότα ἀράμενοι ἐς τὸ στρατόπεδον ἤνεγκαν.
18.33
μέγα τε ὄνομα Οὐίσανδος Βανδαλάριος ἐκ τοῦ ἔργου τούτου ἐν Γότθοις ἔσχε, καὶ τὰ μάλιστα εὐδοκιμῶν πάμπολύν τινα ἐπεβίω χρόνον. ταῦτα μὲν οὖν τρίτῃ ἀπὸ τῆς μάχης ἡμέρᾳ γεγενῆσθαι ξυνέπεσε.
18.34
Τότε δὲ Βελισάριος, ἐπεὶ ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς ἑπομένοις ἐγένετο, στρατιώτας τε καὶ τὸν Ῥωμαίων δῆμον σχεδόν τι ἅπαντα ἐς τὸ τεῖχος ἀγείρας, πυρά τε πολλὰ καίειν καὶ τὴν νύκτα ὅλην ἐγρηγορέναι ἐκέλευε. καὶ τὸν περίβολον περιιὼν κύκλῳ τά τε ἄλλα διεῖπε καὶ πύλῃ ἑκάστῃ τῶν τινα ἀρχόντων ἐπέστησε.
18.35
Βέσσας δέ, ὃς ἐν πύλῃ τῇ καλουμένῃ Πραινεστίνῃ φυλακὴν ἔσχεν, ἄγγελον παρὰ Βελισάριον πέμψας ἐκέλευε λέγειν ἔχεσθαι πρὸς τῶν πολεμίων τὴν πόλιν, δι’ ἄλλης πύλης ἐμβεβληκότων ἣ ὑπὲρ ποταμὸν Τίβερίν ἐστι Παγκρατίου ἀνδρὸς ἁγίου ἐπώνυμος οὖσα.
18.36
ταῦτα ἀκούσαντες ὅσοι ἀμφὶ Βελισάριον ἦσαν, σώζεσθαι ὅτι τάχιστα διὰ πύλης ἑτέρας παρῄνουν. αὐτὸς μέντοι οὔτε κατωρρώδησεν, οὔτε τὸν λόγον ὑγιᾶ ἰσχυρίζετο εἶναι.