Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

15.20 αἴτιον δὲ ὅτι προϊοῦσα ἡ τῆς θαλάσσης ἐπιρροὴ ἐν δεξιᾷ ἐπὶ πλεῖστον ἐς ἀεὶ φέρεται. τούτου δὲ τοῦ κόλπου ἐντὸς πόλισμα πρῶτον ὁ Δρυοῦς οἰκεῖται, ὅπερ τανῦν Ὑδροῦς καλεῖται.
15.21 τούτου ἐν δεξιᾷ μὲν Καλαβροί τε καὶ Ἀπούλιοι καὶ Σαμνῖταί εἰσι, καὶ αὐτῶν ἐχόμενοι Πικηνοὶ ἄχρι ἐς Ῥάβενναν πόλιν ᾤκηνται.
15.22 ἐπὶ θάτερα δὲ Καλαβρῶν τε μοῖρα ἡ λειπομένη ἐστὶ καὶ Βρίττιοί τε καὶ Λευκανοί, μεθ’ οὓς Καμπανοὶ ἄχρι ἐς Ταρακίνην πόλιν οἰκοῦσιν, οὓς δὴ οἱ Ῥώμης ὅροι ἐκδέχονται.
15.23 ταῦτα τὰ ἔθνη ἑκατέρας τε θαλάσσης τὴν ἠϊόνα καὶ τὰ ἐκείνῃ μεσόγεα ξύμπαντα ἔχουσιν. αὕτη τέ ἐστιν ἡ μεγάλη Ἑλλὰς καλουμένη τὰ πρότερα. ἐν Βριττίοις γὰρ Λοκροί τέ εἰσιν οἱ Ἐπιζεφύριοι καὶ Κροτωνιᾶται καὶ Θούριοι.
15.24 τοῦ δὲ κόλπου ἐκτὸς πρῶτοι μὲν Ἕλληνές εἰσιν, Ἠπειρῶται καλούμενοι, ἄχρι Ἐπιδάμνου πόλεως, ἥπερ ἐπιθαλασσία οἰκεῖται.
15.25 καὶ ταύτης μὲν ἐχομένη Πρέκαλις ἡ χώρα ἐστί, μεθ’ ἣν Δαλματία ἐπικαλεῖται, καὶ τῷ τῆς ἑσπερίας λελόγισται κράτει. τὸ δὲ ἐντεῦθεν Λιβουρνία τε καὶ Ἰστρία καὶ Βενετίων ἡ χώρα ἐστὶ μέχρι ἐς Ῥάβενναν πόλιν διήκουσα.
15.26 οὗτοι μὲν ἐπιθαλάσσιοι ταύτῃ ᾤκηνται. ὕπερθεν δὲ αὐτῶν Σίσκιοί τε καὶ Σούαβοι ʽοὐχ οἱ Φράγγων κατήκοοι, ἀλλὰ παρὰ τούτοις ἕτεροἰ χώραν τὴν μεσόγειον ἔχουσι.
15.27 καὶ ὑπὲρ τούτους Καρνίοι τε καὶ Νωρικοὶ ἵδρυνται. τούτων δὲ Δᾶκαί τε καὶ Παννόνες ἐν δεξιᾷ οἰκοῦσιν, οἳ ἄλλα τε χωρία καὶ Σιγγιδόνον καὶ Σίρμιον ἔχουσιν, ἄχρι ἐς ποταμὸν Ἴστρον διήκοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme