Book 5
15.11
καὶ αὐτὸ μὲν ὅπου γῆς ἐστιν, οὔ φασι Ῥωμαῖοι εἰδέναι, εἰκόνα δὲ αὐτοῦ λίθῳ τινὶ ἐγκεκολαμμένην δεικνύουσι καὶ ἐς ἐμὲ ἐν τῷ τῆς Τύχης ἱερῷ, οὗ δὴ πρὸ τοῦ χαλκοῦ τῆς Ἀθηνᾶς ἀγάλματος κεῖται, ὅπερ αἴθριον ἐς τὰ πρὸς ἕω τοῦ νεὼ ἵδρυται.
15.12
αὕτη δὲ ἡ ἐν τῷ λίθῳ εἰκὼν πολεμούσῃ τε καὶ τὸ δόρυ ἀνατεινούσῃ ἅτε ἐς ξυμβολὴν ἔοικε· ποδήρη δὲ καὶ ὣς τὸν χιτῶνα ἔχει.
15.13
τὸ δὲ πρόσωπον οὐ τοῖς Ἑλληνικοῖς ἀγάλμασι τῆς Ἀθηνᾶς ἐμφερές ἐστιν, ἀλλ’ οἷα παντάπασι τὸ παλαιὸν Αἰγύπτιοι ἐποίουν.
15.14
Βυζάντιοι δέ φασι τὸ ἄγαλμα τοῦτο Κωνσταντῖνον βασιλέα ἐν τῇ ἀγορᾷ ἣ αὐτοῦ ἐπώνυμός ἐστι κατορύξαντα θέσθαι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν.
15.15
Ἰταλίαν δὲ οὕτω ξύμπασαν ἣ ἐντὸς κόλπου τοῦ Ἰονίου ἐστίν, ἄχρι ἔς τε Ῥώμην καὶ Σάμνιον Βελισάριος παρεστήσατο, τοῦ δὲ κόλπου ἐκτὸς ἄχρι ἐς Λιβουρνίαν Κωνσταντιανός, ὥσπερ ἐρρήθη,
15.16
ἔσχεν. ὅντινα δὲ τρόπον Ἰταλίαν οἰκοῦσιν οἱ ταύτῃ ἄνθρωποι ἐρῶν ἔρχομαι. πέλαγος τὸ Ἀδριατικόν, ἐκροήν τινα πόρρω που τῆς ἠπείρου ἐκβάλλον, ποιεῖται τὸν Ἰόνιον κόλπον, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις ἔνθα δὴ τελευτῶσα τῆς θαλάσσης ἡ ἐς τὴν ἤπειρον ἀνάβασις ἰσθμὸν ποιεῖται.
15.17
ὅ τε γὰρ Κρισαῖος καλούμενος κόλπος, ἀπολήγων ἐς τὸ Λέχαιον, ἵνα δὴ Κορινθίων ἡ πόλις ἐστίν, ἐν μέτρῳ τεσσαράκοντα σταδίων μάλιστα, ποιεῖται τὸν ταύτης ἰσθμόν·
15.18
καὶ ὁ ἀφ’ Ἑλλησπόντου κόλπος, ὃν Μέλανα καλοῦσιν, οὐ πλέον, ἀλλὰ κατὰ τοῦτο τὸ μέτρον ἀποτελεῖ τὸν ἐν Χερρονήσῳ ἰσθμόν.
15.19
ἐκ δὲ Ῥαβέννης πόλεως, οὗ δὴ τελευτᾷ ὁ Ἰόνιος κόλπος, ἐς θάλασσαν τὴν Τυρρηνικὴν οὐχ ἧσσον ἢ ὀκτὼ ὁδὸς ἡμερῶν εὐζώνῳ ἀνδρί ἐστιν.