Book 5
13.25
ὅπως δὲ αὖθις, εὖ φερομένων τῶν πραγμάτων ἡμῖν, Γαλλίας ἀνακτησώμεθα, ὑμῶν διαλογιζέσθω μηδείς. ἐμὲ γάρ τις παλαιὸς εἰσέρχεται λόγος, τὸ παρὸν εὖ τιθέναι κελεύων.”
13.26
Ταῦτα ἀκούσαντες οἱ Γότθων λόγιμοι, ξύμφορά τε οἰόμενοι αὐτὰ εἶναι, ἐπιτελῆ γενέσθαι ἤθελον. στέλλονται τοίνυν πρέσβεις αὐτίκα ἐς τὸ Γερμανῶν ἔθνος, ἐφ’ ᾧ Γαλλίας τε αὐτοῖς ξὺν τῷ χρυσῷ δώσουσι καὶ ὁμαιχμίαν ποιήσονται.
13.27
Φράγγων δὲ τότε ἡγεμόνες ἦσαν Ἰλδίβερτός τε καὶ Θευδίβερτος καὶ Κλοαδάριος, οἳ Γαλλίας τε καὶ τὰ χρήματα παραλαβόντες διενείμαντο μὲν κατὰ λόγον τῆς ἑκάστου ἀρχῆς, φίλοι δὲ ὡμολόγησαν Γότθοις ἐς τὰ μάλιστα ἔσεσθαι, καὶ λάθρα αὐτοῖς ἐπικούρους πέμψειν, οὐ Φράγγους μέντοι,
13.28
ἀλλ’ ἐκ τῶν σφίσι κατηκόων ἐθνῶν. ὁμαιχμίαν γὰρ αὐτοῖς ἐκ τοῦ ἐμφανοῦς ἐπὶ τῷ Ῥωμαίων κακῷ ποιήσασθαι οὐχ οἷοί τε ἦσαν, ἐπεὶ ὀλίγῳ πρότερον βασιλεῖ ἐς τόνδε τὸν πόλεμον ξυλλήψεσθαι ὡμολόγησαν.
13.29
οἱ μὲν οὖν πρέσβεις ἐφ’ οἷσπερ ἐστάλησαν διαπεπραγμένοι ἐπανῆκον ἐς Ῥάβενναν. τότε δὲ καὶ Μαρκίαν σὺν τοῖς ἑπομένοις Οὐίττιγις μετεπέμπετο.
14.1
Ἐν ᾧ δὲ ταῦτα Οὐίττιγις ἔπρασσεν, ἐν τούτῳ Βελισάριος ἐς Ῥώμην ἰέναι παρεσκευάζετο. ἀπολέξας οὖν ἄνδρας ἐκ καταλόγου πεζικοῦ τριακοσίους καὶ Ἡρωδιανὸν ἄρχοντα ἐπὶ τῇ Νεαπόλεως φυλακῇ κατεστήσατο.
14.2
ἔπεμψε δὲ καὶ ἐς Κύμην φρουρούς, ὅσους ᾤετο τῇ τοῦ ἐνταῦθα φρουρίου φυλακῇ ἱκανοὺς ἔσεσθαι. ἄλλο γάρ τι ὀχύρωμα ἐν Καμπανίᾳ, ὅτι μὴ ἐν Κύμῃ τε καὶ ἐν Νεαπόλει, οὐκ ἦν.