Book 5
12.50
Μετὰ δὲ Θεῦδις, Γότθος ἀνήρ, ὅνπερ Θευδέριχος τῷ στρατῷ ἄρχοντα ἔπεμψε, γυναῖκα ἐξ Ἱσπανίας γαμετὴν ἐποιήσατο, οὐ γένους μέντοι Οὐισιγότθων, ἀλλ’ ἐξ οἰκίας τῶν τινος ἐπιχωρίων εὐδαίμονος, ἄλλα τε περιβεβλημένην μεγάλα χρήματα καὶ χώρας πολλῆς ἐν Ἱσπανίᾳ κυρίαν οὖσαν.
12.51
ὅθεν στρατιώτας ἀμφὶ δισχιλίους ἀγείρας δορυφόρων τε περιβαλλόμενος δύναμιν, Γότθων μὲν Θευδερίχου δόντος τῷ λόγῳ ἦρχεν, ἔργῳ δὲ τύραννος οὐκ ἀφανὴς ἦν.
12.52
δείσας δὲ Θευδέριχος ἅτε ξυνέσεως ἐς ἄκρον καὶ ἐμπειρίας ἥκων, μή οἱ πόλεμον πρὸς δοῦλον τὸν αὑτοῦ διαφέροντι οἱ Φράγγοι, ὡς τὸ εἰκός, ἀπαντήσουσιν ἢ καί τι νεώτερον Οὐισίγοτθοι ἐς αὐτὸν δράσουσιν, οὔτε παρέλυε τῆς ἀρχῆς Θεῦδιν, ἀλλὰ καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ἀεὶ ἐς πόλεμον ἰόντι ἐκέλευε.
12.53
γράφειν μέντοι αὐτῷ Γότθων τοῖς πρώτοις ἐπήγγειλεν ὡς δίκαιά τε ποιοίη καὶ ξυνέσεως τῆς αὐτοῦ ἄξια, ἢν Θευδέριχον ἐς Ῥάβενναν ἥκων ἀσπάζοιτο.
12.54
Θεῦδις δὲ ἃ μὲν Θευδέριχος ἐκέλευεν ἅπαντα ἐπετέλει, καὶ φόρον τὸν ἐπέτειον οὔποτε ἀποφέρων ἀνίει, ἐς Ῥάβενναν δὲ ἰέναι οὔτε ἤθελεν οὔτε τοῖς γράφουσιν ἐπηγγέλλετο.
13.1
Ἐπεὶ δὲ Θευδέριχος ἐξ ἀνθρώπων ἠφάνιστο, Φράγγοι, οὐδενὸς σφίσιν ἔτι ἀντιστατοῦντος, ἐπὶ Θορίγγους ἐστράτευσαν, καὶ Ἑρμενέφριδόν τε τὸν αὐτῶν ἄρχοντα κτείνουσι καὶ αὐτοὺς ἅπαντας ὑποχειρίους ποιησάμενοι ἔσχον.
13.2
ἡ δὲ τοῦ Ἑρμενεφρίδου γυνὴ ξὺν τοῖς παισὶ λαθοῦσα παρὰ Θευδάτον τὸν ἀδελφόν, Γότθων τηνικαῦτα ἄρχοντα,