Book 5
12.32
οὕτω τε Θευδερίχου ἡ πρόνοια ἔτι μᾶλλον ἐγνώσθη, ὅς γε οὐδένα τῶν ὑπηκόων ἀποβαλὼν ὀλίγῳ χρυσῷ τὴν ἡμίσειαν τῶν πολεμίων ἐκτήσατο χώραν. οὕτω μὲν τὸ κατ’ ἀρχὰς Γότθοι τε καὶ Γερμανοὶ μοῖράν τινα Γαλλίας ἔσχον.
12.33
Μετὰ δὲ Γερμανοὶ τῆς δυνάμεως σφίσιν ἐπίπροσθεν ἰούσης ἐν ὀλιγωρίᾳ ποιησάμενοι Θευδέριχόν τε καὶ τὸ ἀπ’ αὐτοῦ δέος ἐπί τε Ἀλάριχον καὶ Οὐισιγότθους ἐστράτευσαν.
12.34
ἃ δὴ Ἀλάριχος μαθὼν Θευδέριχον ὅτι τάχιστα μετεπέμπετο. καὶ ὁ μὲν ἐς τὴν ἐπικουρίαν στρατῷ πολλῷ ᾔει.
12.35
ἐν τούτῳ δὲ Οὐισίγοτθοι, ἐπεὶ Γερμανοὺς ἀμφὶ πόλιν Καρκασιανὴν στρατοπεδεύειν ἐπύθοντο, ὑπηντίαζόν τε καὶ στρατόπεδον ποιησάμενοι ἠρέμουν.
12.36
χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόν τε καί, ἅτε τῆς χώρας πρὸς τῶν πολεμίων ληιζομένης, δεινὰ ἐποιοῦντο.
12.37
καὶ τελευτῶντες ἐς Ἀλάριχον πολλὰ ὕβριζον, αὐτόν τε διὰ τὸ τῶν πολεμίων δέος κακίζοντες καὶ τοῦ κηδεστοῦ τὴν μέλλησιν ὀνειδίζοντες.
12.38
ἀξιόμαχοι γὰρ αὐτοὶ ἰσχυρίζοντο εἶναι καὶ ῥᾷον κατὰ μόνας περιέσεσθαι Γερμανῶν τῷ πολέμῳ.
12.39
διὸ δὴ καὶ Γότθων σφίσιν οὔπω παρόντων Ἀλάριχος ἠνάγκαστο τοῖς πολεμίοις διὰ μάχης ἰέναι.
12.40
καθυπέρτεροι δὲ Γερμανοὶ ἐν τῇ ξυμβολῇ ταύτῃ γενόμενοι τῶν τε Οὐισιγότθων τοὺς πλείστους καὶ Ἀλάριχον τὸν ἄρχοντα κτείνουσι.
12.41
καὶ Γαλλίας μὲν καταλαβόντες τὰ πολλὰ ἔσχον, Καρκασιανὴν δὲ πολλῇ σπουδῇ ἐπολιόρκουν, ἐπεὶ τὸν βασιλικὸν πλοῦτον ἐνταῦθα ἐπύθοντο εἶναι, ὃν δὴ ἐν τοῖς ἄνω χρόνοις Ἀλάριχος ὁ πρεσβύτατος Ῥώμην ἑλὼν ἐληίσατο.