Book 5
12.25
ἢν δὲ ὁποτέρων ἀπολελειμμένων, οἱ ἕτεροι στρατεύσαντες τὸ Βουργουζιώνων καταστρέψωνται γένος καὶ χώραν ἣν ἔχουσι παραστήσωνται, ποινὴν οἱ νενικηκότες παρὰ τῶν οὐ ξυστρατευσάντων ῥητόν τι χρυσίον κομίζωνται, κοινὴν δὲ καὶ οὕτω χώραν τὴν δορυάλωτον ἀμφοτέρων εἶναι.
12.26
οἱ μὲν οὖν Γερμανοὶ πολλῷ στρατῷ ἐπὶ Βουργουζίωνας κατὰ τὰ σφίσι τε καὶ Γότθοις ξυγκείμενα ἧκον, Θευδέριχος δὲ παρεσκευάζετο μὲν δῆθεν τῷ λόγῳ, ἐξεπίτηδες δὲ ἀεὶ ἐς τὴν ὑστεραίαν τῆς στρατιᾶς τὴν ἔξοδον ἀπετίθετο, καραδοκῶν τὰ ἐσόμενα.
12.27
μόλις δὲ πέμψας ἐπέστελλε τοῖς τοῦ στρατοῦ ἄρχουσι σχολαίτερον τὴν πορείαν ποιεῖσθαι, καὶ ἢν μὲν Φράγγους νενικηκέναι ἀκούσωσι τὸ λοιπὸν κατὰ τάχος ἰέναι, ἢν δέ τι ξύμβαμα ξυμπεπτωκέναι αὐτοῖς πύθωνται, μηκέτι περαιτέρω πορεύεσθαι, ἀλλ’ αὐτοῦ μένειν.
12.28
καὶ οἱ μὲν ἐποίουν ὅσα Θευδέριχος σφίσιν ἐπήγγελλε, Γερμανοὶ δὲ κατὰ μόνας Βουργουζίωσιν ἐς χεῖρας ἦλθον.
12.29
μάχης τε καρτερᾶς γενομένης φόνος μὲν ἑκατέρων πολὺς γίνεται· ἦν γὰρ ἀγχώμαλος ἐπὶ πλεῖστον ἡ ξυμβολή·
12.30
ἔπειτα δὲ Φράγγοι τρεψάμενοι τοὺς πολεμίους ἐς τὰ ἔσχατα χώρας ἧς τότε ᾤκουν ἐξήλασαν, ἔνθα σφίσι πολλὰ ὀχυρώματα ἦν,
12.31
αὐτοὶ δὲ τὴν λοιπὴν ξύμπασαν ἔσχον. ἅπερ Γότθοι ἀκούσαντες κατὰ τάχος παρῆσαν. κακιζόμενοί τε πρὸς τῶν ξυμμάχων τὸ τῆς χώρας δύσοδον ᾐτιῶντο, καὶ τὴν ποινὴν καταθέμενοι τὴν χώραν, καθάπερ ξυνέκειτο, ξὺν τοῖς νενικηκόσιν ἐνείμαντο.