Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

11.19 καί μοι τὴν ἀναχώρησιν τήνδε ὑμῶν ὑποστελλέσθω μηδείς, μηδὲ φυγὴν αὐτὴν ὀνομάζειν ὀκνείτω.
11.20 δειλίας μὲν γὰρ προσηγορία ἐπιτηδείως προσπεσοῦσα πολλοὺς ὤρθωσεν, ἀνδρείας δὲ ὄνομα οὐκ ἐν τῷ καθήκοντι χρόνῳ τισὶν ἐγγενόμενον, εἶτα ἐς ἧτταν ἐχώρησεν.
11.21 οὐ γὰρ τοῖς τῶν πραγμάτων ὀνόμασιν, ἀλλὰ τῷ ξυμφόρῳ τῶν ἔργων ἕπεσθαι ἄξιον. ἀνδρός τε γὰρ ἀρετὴν οὐκ ἀρχόμεναι δηλοῦσιν αἱ πράξεις, ἀλλὰ τελευτῶσαι μηνύουσι.
11.22 φεύγουσι δὲ τοὺς πολεμίους οὐχ οἳ ἂν μετὰ μείζονος τῆς παρασκευῆς αὐτίκα μάλα ἐπ’ αὐτοὺς ἥκοιεν, ἀλλ’ ὅσοι τὰ σφέτερα αὐτῶν σώματα ἐς ἀεὶ διασώζειν βουλόμενοι ἐκποδὼν ἵστανται. πόλεώς τε τῆσδε ἁλώσεως πέρι μηδενὶ ὑμῶν γινέσθω τι δέος.
11.23 ἤν τε γὰρ Ῥωμαῖοι ἡμῖν εὐνοϊκῶς ἔχωσι, τὴν πόλιν ἐν βεβαίῳ Γότθοις φυλάξουσιν, ἀνάγκης τε πεῖραν οὐδεμιᾶς ἕξουσιν,
11.24 ἐπεὶ ἐν βραχεῖ αὐτοῖς ἐπανήξομεν χρόνῳ. καὶ ἤν τι ὕποπτον αὐτοῖς ἐς ἡμᾶς ἐστιν, ἐλάσσω βλάψουσι τῇ πόλει τοὺς πολεμίους δεξάμενοι· ἄμεινον γὰρ πρὸς δυσμενεῖς ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι.
11.25 ὅπως μέντοι μηδέν τι ξυμβήσεται τοιοῦτον, ἐγὼ προνοήσω. ἄνδρας τε γὰρ πολλοὺς καὶ ἄρχοντα ξυνετώτατον ἀπολείψομεν, οἳ Ῥώμην φυλάξαι ἱκανοὶ ἔσονται, ὥστε καὶ ταῦτα ἡμῖν ἐν καλῷ κείσεται καὶ οὐδὲν ἂν ἐκ τῆσδε ἡμῶν τῆς ἀναχωρήσεως γένοιτο βλάβος.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme