Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

11.3 ἐκεῖνο μέντοι ἔχω εἰπεῖν, ὡς τὸ Κίρκαιον τοῦτο, ἐπὶ πολὺ τῆς θαλάσσης διῆκον, νήσῳ ἐμφερές ἐστι, καὶ τοῖς τε πλέουσιν ἄγχιστα τοῖς τε ἐς τὴν ἐκείνῃ ἠϊόνα βαδίζουσι νῆσος δοκεῖ ἐπὶ πλεῖστον εἶναι. καὶ ἐπειδάν τις ἐν αὐτῷ γένηται, τότε δὴ μεταμανθάνει ψευσθῆναι τῆς δόξης τὰ πρότερα.
11.4 καὶ διὰ τοῦτο Ὅμηρος ἴσως νῆσον τὸ χωρίον ὠνόμασεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἄνειμι.
11.5 Γότθοι, ἐπειδὴ ἐς Ῥεγάτα ξυνελέγησαν, βασιλέα σφίσι τε καὶ Ἰταλιώταις Οὐίττιγιν εἵλοντο, ἄνδρα οἰκίας μὲν οὐκ ἐπιφανοῦς ὄντα, ἐν μάχαις δὲ ταῖς ἀμφὶ Σίρμιον λίαν εὐδοκιμηκότα τὸ πρότερον, ἡνίκα τὸν πρὸς Γήπαιδας πόλεμον Θευδέριχος διέφερε.
11.6 Θευδάτος μὲν οὖν ταῦτα ἀκούσας ἐς φυγήν τε ὥρμητο καὶ τὴν ἐπὶ Ῥάβενναν ἤλαυνεν. Οὐίττιγις δὲ κατὰ τάχος Ὄπταριν ἔπεμψεν, ἄνδρα Γότθον, ἐπιστείλας αὐτῷ ἢ ζῶντα ἢ νεκρὸν ἀγαγεῖν Θευδάτον.
11.7 ἐτύγχανε δὲ τῷ Θευδάτῳ οὗτος ὁ Ὄπταρις χαλεπῶς ἔχων ἐξ αἰτίας τοιᾶσδε. κόρην τινὰ Ὄπταρις ἐπίκληρόν τε καὶ τὴν ὄψιν εὐπρεπῆ οὖσαν ἐμνηστεύετο.
11.8 ταύτην Θευδάτος ἀφελόμενος τὸν μνηστῆρα τοῦτον, χρήμασιν ἀναπεισθείς, ἑτέρῳ ἠγγύησε. διὸ δὴ τῷ τε θυμῷ καὶ Οὐιττίγιδι χαριζόμενος, πολλῇ Θευδάτον σπουδῇ τε καὶ προθυμίᾳ, οὔτε νύκτα ἀνεὶς οὔτε ἡμέραν, ἐδίωκε.
11.9 καὶ αὐτὸν ἐν ὁδῷ ἔτι πορευόμενον καταλαμβάνει, ἐς ἔδαφός τε ὕπτιον ἀνακλίνας ὥσπερ ἱερεῖόν τι ἔθυσεν. αὕτη τε Θευδάτῳ καταστροφὴ τοῦ τε βίου καὶ τῆς ἡγεμονίας, τρίτον ἐχούσης ἔτος, ἐγένετο.
11.10 Οὐίττιγις δὲ ἅμα Γότθοις τοῖς παροῦσιν ἐς Ῥώμην ἐσήλαυνε. γνούς τε τὰ Θευδάτῳ ξυνενεχθέντα, ἥσθη τε καὶ αὐτοῦ τὸν παῖδα Θευδέγισκλον ἐν φυλακῇ ἐποιήσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme