Book 5
10.47
οὕτω τε ἐν τῇ Πάστωρος οἰκίᾳ γενόμενοι τὸν ἄνδρα ἐζήτουν. τοῖς τε οἰκέταις τεθνάναι Πάστωρα ἰσχυριζομένοις ἥκιστα πιστεύειν ἠξίουν, ἕως αὐτοῖς τὸν τοῦ ἀνθρώπου νεκρὸν ἔδειξαν. καὶ αὐτὸν Νεαπολῖται ἐν τῷ προαστείῳ ἀνεσκολόπισαν.
10.48
οὕτω τε Βελισάριον παρῃτήσαντο ἐφ’ οἷς δικαίᾳ ὀργῇ ἐχόμενοι ἔδρασαν, τυχόντες τε αὐτοῦ συγγνώμονος διελύθησαν. οὕτω μὲν Νεαπολῖται ἀπήλλαξαν.
11.1
Γότθοι δὲ ὅσοις ἀμφί τε Ῥώμην καὶ τὰ ἐκείνῃ χωρία ξυνέπεσεν εἶναι, καὶ πρότερον τὴν Θευδάτου ἡσυχίαν ἐν θαύματι μεγάλῳ ποιούμενοι, ὅτι δὴ ἐν γειτόνων οὖσι τοῖς πολεμίοις οὐ βούλοιτο διὰ μάχης ἰέναι, ἐν σφίσι τε αὐτοῖς ὑποψίᾳ πολλῇ ἐς αὐτὸν χρώμενοι, ὡς δὴ τὰ Γότθων πράγματα προδιδοῖ Ἰουστινιανῷ βασιλεῖ ἐθελουσίως, ἄλλο τέ οἱ οὐδὲν ἐπιμελὲς εἴη, πλήν γε δὴ ὅπως αὐτὸς ἡσυχῆ βιοτεύοι, ὡς πλεῖστα περιβαλλόμενος χρήματα, ἐπειδὴ ἁλῶναι Νεάπολιν ἤκουσαν, ἅπαντά οἱ ταῦτα ἐκ τοῦ ἐμφανοῦς ἤδη ἐπικαλοῦντες ἐς χωρίον ξυνελέγησαν Ῥώμης ὀγδοήκοντα καὶ διακοσίους σταδίους διέχον, ὅπερ Ῥωμαῖοι καλοῦσι Ῥεγάτα· ἐνταῦθα ἐνστρατοπεδεύσασθαι σφίσιν ἔδοξεν ἄριστον εἶναι· πεδία γὰρ πολλὰ ἐνταῦθά ἐστιν ἱππόβοτα.
11.2
ῥεῖ δὲ καὶ ποταμός, ὃν Δεκεννόβιον τῇ Λατίνων φωνῇ καλοῦσιν οἱ ἐπιχώριοι, ὅτι δὴ ἐννεακαίδεκα περιιὼν σημεῖα, ὅπερ ξύνεισιν ἐς τρισκαίδεκα καὶ ἑκατὸν σταδίους, οὕτω δὴ ἐκβάλλει ἐς θάλασσαν ἀμφὶ πόλιν Ταρακίνην, ἧς ἄγχιστα ὄρος τὸ Κίρκαιόν ἐστιν, οὗ τὸν Ὀδυσσέα τῇ Κίρκῃ ξυγγενέσθαι φασίν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ἐπεὶ ἐν νήσῳ Ὅμηρος τὰ τῆς Κίρκης οἰκία ἰσχυρίζεται εἶναι.