Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

10.13 Ὁ δὲ Νεαπόλεως ὀχετὸς οὐκ ἄχρι ἐς τὸ τεῖχος καλύπτεται μόνον, ἀλλ’ οὕτω τῆς πόλεως ἐπὶ πλεῖστον διήκει, κύρτωμα ἐκ πλίνθου ὠπτημένης ὑψηλὸν ἔχων, ὥστε γενόμενοι ἐντὸς τοῦ περιβόλου οἱ ἀμφὶ Μάγνον τε καὶ Ἔννην ἅπαντες οὐδὲ ὅπου ποτὲ γῆς εἰσι ξυμβάλλεσθαι ἐδύναντο.
10.14 οὐ μὴν οὐδέ πη ἀποβαίνειν ἐνθένδε εἶχον, ἕως οἱ πρῶτοι ἐς χῶρον ἵκοντο οὗ τὸν ὀχετὸν ἀνώροφον ξυνέπεσεν εἶναι καὶ οἴκημα ἦν κομιδῆ ἀπημελημένον.
10.15 ἐνταῦθα ἔσω γυνή τις ᾤκει, μόνη τε οὖσα καὶ πενίᾳ πολλῇ ξυνοικοῦσα, καὶ δένδρον ἐλαίας καθύπερθεν τοῦ ὀχετοῦ ἐπεφύκει.
10.16 οὗτοι ἐπειδὴ τόν τε οὐρανὸν εἶδον καὶ ἐν μέσῃ πόλει ᾔσθοντο εἶναι, ἐκβαίνειν μὲν διενοοῦντο, μηχανὴν μέντοι οὐδεμίαν εἶχον, ἄλλως τε καὶ ξὺν τοῖς ὅπλοις, τοῦ ὀχετοῦ ἀπαλλάσσεσθαι. ὑψηλὴ γάρ τις ἐνταῦθα ἡ οἰκοδομία ἔτυχεν οὖσα καὶ οὐδὲ ἀνάβασίν τινα ἔχουσα.
10.17 τῶν δὲ στρατιωτῶν ἐπὶ πλεῖστον ἀπορουμένων καὶ ἐς στενοχωρίαν πολλὴν ξυνιόντων ʽἤδη γὰρ καὶ τῶν ὄπισθεν ἰόντων πολύς τις ξυνέρρει ὅμιλοσ̓, ἐγένετο αὐτῶν τινι ἔννοια τῆς ἀνόδου ἀποπειράσασθαι.
10.18 καταθέμενος οὖν αὐτίκα τὰ ὅπλα, ταῖς τε χερσὶ καὶ τοῖς ποσὶ τὴν ἀνάβασιν βιασάμενος, ἐς τὸ τῆς γυναικὸς οἴκημα ἦλθε.
10.19 καὶ αὐτὴν ἐνταῦθα ἰδών, ἢν μὴ σιωπῴη, κτείνειν ἠπείλησεν. ἡ δὲ καταπλαγεῖσα ἄφωνος ἔμεινε. καὶ ὃς ἐκ τοῦ πρέμνου τῆς ἐλαίας ἱμάντα τινὰ ἰσχυρὸν ἀναψάμενος τὴν ἑτέραν τοῦ ἱμάντος ἀρχὴν ἐς τὸν ὀχετὸν ἔρριψεν. οὗ δὴ λαβόμενος τῶν στρατιωτῶν ἕκαστος ἀνέβαινε μόλις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme