Book 5
8.23
τούτω τὼ ἄνδρε βουλευσαμένω ὅπως τὰ πρασσόμενα ἐν κωλύμῃ ἔσται, πολλά τε καὶ μεγάλα τὸ πλῆθος ἐνηγέτην προΐσχεσθαι καὶ Βελισάριον ὅρκοις καταλαμβάνειν ὅτι δὴ τούτων αὐτίκα μάλα πρὸς αὐτοῦ τεύξονται.
8.24
ἐν βιβλιδίῳ δὲ ἅπαντα γράψαντε ὅσα Βελισάριον οὐκ ἄν τις ἐνδέξασθαι ὑπετόπησε Στεφάνῳ ἔδοσαν.
8.25
ὅς, ἐπεὶ ἐς τὸ βασιλέως στρατόπεδον αὖθις ἀφίκετο, τῷ στρατηγῷ ἐπιδείξας τὸ γραμματεῖον ἐπυνθάνετο εἴ οἱ πάντα τε ἐπιτελέσαι ὅσα Νεαπολῖται προτείνονται καὶ περὶ τούτων ὀμεῖσθαι βουλομένῳ εἴη. ὁ δὲ αὐτόν, ἅπαντα σφίσιν ἐπιτελῆ ἔσεσθαι ὑποσχόμενος, ἀπεπέμψατο.
8.26
ταῦτα Νεαπολῖται ἀκούσαντες τούς τε λόγους ἐνεδέχοντο ἤδη καὶ κατὰ τάχος ἐκέλευον τῇ πόλει τὸ βασιλέως στράτευμα δέχεσθαι.
8.27
ἀπαντήσειν γὰρ σφίσιν αὐτοῖς ἰσχυρίζετο οὐδὲν ἄχαρι, εἴ τῳ ἱκανοὶ Σικελιῶται τεκμηριῶσαι, οἷς δὴ τετύχηκεν ἔναγχος βαρβάρων τυράννων τὴν Ἰουστινιανοῦ βασιλείαν ἀλλαξαμένοις, ἐλευθέροις τε εἶναι καὶ ἀπαθέσι δυσκόλων ἁπάντων.
8.28
καὶ πολλῷ θορύβῳ ἐχόμενοι ἐπὶ τὰς πύλας ὡς δὴ αὐτὰς ἀνακλινοῦντες ᾔεσαν. Γότθοις δὲ οὐκ ἦν ἐν ἡδονῇ τὰ πρασσόμενα, κωλύειν μέντοι οὐχ οἷοί τε ὄντες ἐκποδὼν ἵσταντο.
8.29
Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος τόν τε δῆμον καὶ Γότθους ἅπαντας ἐς ἕνα συγκαλέσαντες χῶρον ἔλεξαν τοιάδε· “Πόλεως μὲν πλῆθος ἑαυτούς τε καὶ τὴν ἑαυτῶν σωτηρίαν προΐεσθαι οὐδὲν ἀπεικός, ἄλλως τε ἢν καὶ μηδενὶ τῶν δοκίμων κοινώσαντες εἶτα αὐτόνομον τὴν περὶ τῶν ὅλων ποιήσωνται γνῶσιν.
8.30
ἡμᾶς δὲ ἀνάγκη ξὺν ὑμῖν ὅσον οὔπω ἀπολουμένους ὕστατον ἔρανον τῇ· πατρίδι τήνδε παρέχεσθαι τὴν παραίνεσιν.