Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

7.32 καὶ διὰ τοῦτο ἐνθένδε παντὶ τῷ στρατῷ ἀπαλλαγεὶς ὅτι τάχιστα ἐν τῷ πεδίῳ στρατοπεδεύεται ὃ μεταξὺ Σαλώνων τε καὶ Σκάρδωνος πόλεώς ἐστι. Κωνσταντιανὸς δὲ ταῖς ναυσὶν ἁπάσαις πλέων ἐξ Ἐπιδαύρου, Λυσίνῃ προσέσχεν, ἣ ἐν τῷ κόλπῳ κεῖται.
7.33 ἐνθένδε τε τῶν ἑπομένων τινὰς ἔπεμψεν, ἐφ’ ᾦ τὰ ἀμφὶ τῷ Γρίπᾳ διερευνώμενοι ὁποῖά ποτε ᾖ ἐσαγγείλωσιν. ἀφ’ ὧν δὴ τὸν πάντα λόγον πυθόμενος εὐθὺ Σαλώνων κατὰ τάχος ἔπλει.
7.34 καὶ ἐπειδὴ αὐτῆς ἄγχιστα ἐγεγόνει, ἀποβιβάσας τὸ στράτευμα ἐς τὴν ἤπειρον αὐτὸς μὲν ἐνταῦθα ἡσύχαζε, πεντακοσίους δὲ τοῦ στρατοῦ ἀπολέξας Σιφίλαν τε αὐτοῖς ἄρχοντα ἐπιστήσας, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐκέλευε τὴν στενοχωρίαν καταλαβεῖν ἣν δὴ ἐν τῷ τῆς πόλεως προαστείῳ ἐπύθετο εἶναι. καὶ Σιφίλας μὲν κατὰ ταῦτα ἐποίει.
7.35 Κωνσταντιανὸς δὲ καὶ ἡ στρατιὰ πᾶσα ἐς Σάλωνας τῇ ὑστεραίᾳ ἐσελάσαντες τῷ πεζῷ καὶ ταῖς ναυσὶ προσωρμίσαντο.
7.36 Κωνσταντιανὸς μὲν οὖν Σαλώνων τοῦ περιβόλου ἐπεμελεῖτο, ἀνοικοδομούμενος σπουδῇ ἅπαντα ὅσα αὐτοῦ κατεπεπτώκει· Γρίπας δὲ καὶ ὁ τῶν Γότθων στρατός, ἐπειδὴ Ῥωμαῖοι Σάλωνας ἔσχον, ἑβδόμῃ ἡμέρᾳ ἐνθένδε ἀναστάντες ἐπὶ Ῥαβέννης ἀπεκομίσθησαν, οὕτω τε Κωνσταντιανὸς Δαλματίαν τε καὶ Λιβουρνίαν ξύμπασαν ἔσχε, Γότθους προσαγαγόμενος ἅπαντας οἳ ταύτῃ ἵδρυντο.
7.37 τὰ μὲν οὖν ἀμφὶ Δαλματίαν ταύτῃ πη ἔσχε. καὶ ὁ χειμὼν ἔληγε, καὶ πρῶτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος συνέγραψε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme