Book 5
7.9
οἵ τε γὰρ Ῥωμαῖοι ἐπ’ οἴκου ἀνεχώρησαν, ἐπεὶ ἄναρχοι τὸ παράπαν ἐλείποντο, καὶ οἱ Γότθοι τῶν ἀρίστων οὐδενὸς σφίσιν ἀπολελειμμένου ἐς δέος ἐλθόντες τὰ ἐκείνῃ φρούρια ἔσχον·
7.10
οὐδὲ γὰρ Σαλώνων τῷ περιβόλῳ ἐπίστευον, ἄλλως τε καὶ οὐ λίαν αὐτοῖς εὐνοϊκῶς ἐχόντων Ῥωμαίων οἵ ταύτῃ ᾤκηντο.
7.11
Ταῦτα ἐπεὶ Θευδάτος ἤκουσε, τοὺς πρέσβεις ἤδη παρ’ αὐτὸν ἥκοντας ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἐς γὰρ ἀπιστίαν ἱκανῶς ἐπεφύκει καὶ βέβαιον τὴν διάνοιαν οὐδαμῆ εἶχεν, ἀλλ’ ἀεὶ αὐτὸν ἡ παροῦσα τύχη ἀλόγως τε καὶ τῶν καθεστώτων οὐκ ἐπαξίως ἔς τε ὀρρωδίαν ἀπῆγε μέτρον οὐκ ἔχουσαν καὶ αὖθις ἐς ἄφατόν τι ἀντικαθίστη θράσος.
7.12
καὶ τότε γοῦν τοῦ θανάτου πέρι Μούνδου τε ἀκούσας καὶ Μαυρικίου ἐπήρθη τε ὑπεράγαν καὶ οὐ κατὰ λόγον τῶν πεπραγμένων, καὶ τοὺς πρέσβεις ἤδη παρ’ αὐτὸν ἥκοντας ἐρεσχελεῖν ἠξίου.
7.13
καὶ ἐπειδὴ αὐτῷ Πέτρος ποτὲ ἅτε ὑπερβάντι τὰ βασιλεῖ ὡμολογημένα ἐλοιδορεῖτο, ἄμφω Θευδάτος δημοσίᾳ καλέσας ἔλεξε τοιάδε·
7.14
“Σεμνὸν μὲν τὸ χρῆμα τῶν πρέσβεων καὶ ἄλλως ἔντιμον καθέστηκεν ἐς πάντας ἀνθρώπους, τοῦτο δὲ τὸ γέρας ἐς τόδε οἱ πρέσβεις ἐν σφίσιν αὐτοῖς διασώζουσιν, ἐς ὃ τῇ σφετέρᾳ ἐπιεικείᾳ φυλάξωσι τὸ τῆς πρεσβείας ἀξίωμα.
7.15
κτεῖναι γὰρ ἄνδρα πρεσβευτὴν ἐνδίκως νενομίκασιν ἄνθρωποι, ὅταν ἢ ἐς βασιλέα ὑβρίσας φαίνηται, ἢ γυναικὸς ἄλλῳ ξυνοικούσης ἐς
7.16
εὐνὴν ἔλθοι.” Θευδάτος μὲν ταῦτα ἐς Πέτρον ἀπέρριψεν, οὐχ ὅτι γυναικὶ ἐπλησίασεν, ἀλλ’ ὅπως ἰσχυρίσηται ἐγκλήματα, ὡς τὸ εἰκός, γίνεσθαι ἐς πρεσβευτοῦ θάνατον ἄγοντα. οἱ δὲ πρέσβεις ἀμείβονται τοῖσδε·