Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

7.1 Ἐν ᾧ δὲ ταῦτά τε βασιλεὺς ἔπρασσε καὶ οἱ πρέσβεις οὗτοι ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ Γότθοι, ἄλλων τε καὶ Ἀσιναρίου καὶ Γρίπα σφίσιν ἡγουμένων, στρατῷ πολλῷ ἐς Δαλματίαν ἧκον.
7.2 ἐπειδή τε Σαλώνων ἄγχιστα ἵκοντο, Μαυρίκιος σφίσιν, ὁ Μούνδου υἱός, οὐκ ἐς παράταξιν, ἀλλ’ ἐπὶ κατασκοπῇ ἥκων ξὺν ὀλίγοις τισὶν ὑπηντίαζε.
7.3 καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς Γότθων μὲν οἱ πρῶτοι καὶ ἄριστοι ἔπεσον, Ῥωμαῖοι δὲ σχεδὸν ἅπαντες καὶ Μαυρίκιος ὁ στρατηγός.
7.4 ἅπερ ἐπεὶ ἤκουσε Μοῦνδος περιώδυνός τε γενόμενος τῇ ξυμφορᾷ καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος, αὐτίκα μάλα ἐπὶ τοὺς πολεμίους οὐδενὶ κόσμῳ ᾔει.
7.5 τῆς τε μάχης κρατερᾶς γεγενημένης τὴν Καδμείαν νίκην Ῥωμαίοις νικῆσαι ξυνέπεσε. τῶν μὲν γὰρ πολεμίων ἐνταῦθα οἱ πλεῖστοι ἔπεσον καὶ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει, Μοῦνδος δὲ κτείνων τε καὶ ὅπῃ παρατύχοι ἑπόμενος καὶ κατέχειν τὴν διάνοιαν τῇ τοῦ παιδὸς ξυμφορᾷ ὡς ἥκιστα ἔχων ὑφ’ ὅτου δὴ τῶν φευγόντων πληγεὶς ἔπεσε, καὶ ἥ τε δίωξις ἐς τοῦτο ἐτελεύτα καὶ τὰ στρατόπεδα ἑκάτερα διελέλυτο.
7.6 τότε Ῥωμαῖοι ἀνεμνήσθησαν τοῦ Σιβύλλης ἔπους, ὅπερ ᾀδόμενον ἐν τῷ πρὶν χρόνῳ τέρας αὐτοῖς ἔδοξεν εἶναι. ἔλεγε γὰρ τὸ λόγιον ἐκεῖνο ὡς, ἡνίκα ἂν Ἀφρικὴ ἔχηται, ὁ κόσμος ξὺν τῷ γόνῳ ὀλεῖται.
7.7 τὸ μέντοι χρηστήριον οὐ τοῦτο ἐδήλου, ἀλλ’ ὑπειπὸν ὅτι δὴ αὖθις ὑπὸ Ῥωμαίοις Λιβύη ἔσται καὶ τοῦτο ἐπεῖπεν, ὅτι τότε ξὺν τῷ παιδὶ ἀπολεῖται Μοῦνδος. λέγει γὰρ ὧδε· Αφριξα ξαπτα μυνδυς ξυμ νατο περιβιτ.
7.8 ἐπεὶ δὲ κόσμον τῇ Λατίνων φωνῇ Μοῦνδος δύναται, ᾤοντο ἀμφὶ τῷ κόσμῳ τὸ λόγιον εἶναι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν. ἐς δὲ Σάλωνας εἰσῆλθεν οὐδείς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme