Book 5
6.5
εἰκόνα τε χαλκῆν ἢ ὕλης ἑτέρας μή ποτε Θευδάτῳ μόνῳ καθίστασθαι, ἀλλὰ γίνεσθαι μὲν ἀεὶ ἀμφοτέροις, στήσεσθαι δὲ οὕτως· ἐν δεξιᾷ μὲν τὴν βασιλέως, ἐπὶ θάτερα δὲ τὴν Θευδάτου. ἐπὶ ταύτῃ μὲν τῇ ξυμβάσει γράψας τὸν πρεσβευτὴν ὁ Θευδάτος ἀπεπέμψατο.
6.6
Ὀλίγῳ δὲ ὕστερον ψυχῆς ὀρρωδία περιλαβοῦσα τὸν ἄνθρωπον ἐς δείματά τε ἀπῆγεν ὅρον οὐκ ἔχοντα καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν, δεδισσομένη τῷ τοῦ πολέμου ὀνόματι, καὶ ὡς, εἴ γε βασιλέα οὐδαμῆ ἀρέσκει τά τε αὐτῷ καὶ Πέτρῳ συγκείμενα, ὁ πόλεμος εὐθὺς ἀπαντήσει.
6.7
αὖθις οὖν Πέτρον μεταπεμψάμενος ἐν Ἀλβανοῖς ἤδη γενόμενον ἅτε κοινολογούμενος λάθρα τοῦ ἀνθρώπου ἀνεπυνθάνετο, εἰ τὴν ξύμβασιν βασιλεῖ πρὸς ἡδονῆς ἔσεσθαι οἴεται.
6.8
καὶ ὃς οὕτω δὴ ὑποτοπάζειν ἔφη. “Ἢν δέ γε ταῦτα μηδαμῆ ἀρέσκει τὸν ἄνδρα, τί τὸ ἐντεῦθεν γενήσεται;”
6.9
εἶπεν. ἀπεκρίνατο Πέτρος “Πολεμητέα σοι τὸ λοιπόν, ὦ γενναῖε.” “Τί δέ; δίκαια ταῦτα, ὦ φίλτατε πρεσβευτά;” ἔφη. ὁ δὲ αὐτίκα ἔφη ὑπολαβών “Καὶ πῶς οὐ δίκαιον, ὦ ἀγαθέ,” εἶπε, “τὰ ἐπιτηδεύματα τῇ ψυχῇ ἑκάστου φυλάσσεσθαι;” “Τί δὴ τοῦτό ἐστιν;” ὁ Θευδάτος ἠρώτα.
6.10
“Ὅτι σοὶ μὲν σπουδὴ πολλὴ φιλοσοφεῖν,” ἔφη, “Ἰουστινιανῷ δὲ βασιλεῖ Ῥωμαίων γενναίῳ εἶναι. διαφέρει δέ, ὅτι τῷ μὲν φιλοσοφίαν ἀσκήσαντι θάνατον ἀνθρώποις πορίζεσθαι, ἄλλως τε καὶ τοσούτοις τὸ πλῆθος, οὐ μήποτε εὐπρεπὲς εἴη, καὶ ταῦτα ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἧς δηλονότι μετασχόντι σοι μὴ οὐχὶ φόνου παντὸς ἐλευθέρῳ εἶναι οὐχ ὅσιον· ἐκεῖνον δὲ χώρας μεταποιήσασθαι οὐδὲν ἀπεικὸς ἄνωθεν