Book 5
5.12
Βελισάριος δὲ καταπλεύσας ἐς Σικελίαν Κατάνην ἔλαβεν. ἔνθεν τε ὁρμώμενος Συρακούσας τε ὁμολογίᾳ καὶ πόλεις τὰς ἄλλας παρεστήσατο οὐδενὶ πόνῳ· πλήν γε δὴ ὅτι Γότθοι οἳ ἐν Πανόρμῳ φυλακὴν εἶχον, θαρσοῦντες τῷ περιβόλῳ ʽἦν γὰρ ἐχυρὸν τὸ χωρίον’ προσχωρεῖν τε Βελισαρίῳ ἥκιστα ἤθελον καὶ αὐτὸν ἐνθένδε ἀπάγειν τὸν στρατὸν κατὰ τάχος ἐκέλευον.
5.13
Βελισάριος δὲ λογισάμενος ἀμήχανον εἶναι διὰ τῆς ἠπείρου τὸ χωρίον ἑλεῖν ἐσπλεῖν τὸν στόλον ἐς τὸν λιμένα ἐκέλευεν ἄχρι ἐς τὸ τεῖχος διήκοντα.
5.14
ἦν γὰρ τοῦ τε περιβόλου ἐκτὸς καὶ παντάπασιν ἀνδρῶν ἔρημος. οὗ δὴ τῶν νηῶν ὁρμισαμένων τοὺς ἱστοὺς ξυνέβαινε τῶν ἐπάλξεων καθυπερτέρους εἶναι.
5.15
αὐτίκα οὖν τοὺς λέμβους τῶν νηῶν ἅπαντας τοξοτῶν ἐμπλησάμενος ἀπεκρέμασεν ἄκρων ἱστῶν.
5.16
ὅθεν δὴ κατὰ κορυφὴν βαλλόμενοι οἱ πολέμιοι ἐς δέος τι ἄμαχον ἦλθον καὶ Πάνορμον εὐθὺς ὁμολογίᾳ Βελισαρίῳ παρέδοσαν.
5.17
βασιλεύς τε ἐκ τοῦδε Σικελίαν ὅλην ἐς φόρου ἀπαγωγὴν κατήκοον εἶχε. τῷ δὲ Βελισαρίῳ τότε κρεῖσσον λόγου εὐτύχημα ξυνηνέχθη γενέσθαι.
5.18
τῆς γὰρ ὑπατείας λαβὼν τὸ ἀξίωμα ἐπὶ τῷ Βανδίλους νενικηκέναι, ταύτης ἔτι ἐχόμενος, ἐπειδὴ παρεστήσατο Σικελίαν ὅλην, τῇ τῆς ὑπατείας ὑστάτῃ ἡμέρᾳ ἐς τὰς Συρακούσας εἰσήλασε, πρός τε τοῦ στρατοπέδου καὶ Σικελιωτῶν κροτούμενος ἐς τὰ μάλιστα καὶ νόμισμα χρυσοῦ ῥίπτων ἅπασιν.