Book 5
29.26
ἀλλ’ οἱ πλεῖστοι γυμνὸς ὅμιλος. ἅτε γὰρ τοῦ στρατηγοῦ ἑτέρωθι ὄντος πολλοὶ ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ναῦται καὶ οἰκέται τοῦ πολέμου μεταλαχεῖν ἐφιέμενοι ἀνεμίγνυντο τῷ ταύτῃ στρατῷ.
29.27
καὶ πλήθει μὲν τοὺς βαρβάρους ἐκπλήξαντες, ὥσπερ ἐρρήθη, ἐς φυγὴν ἔτρεψαν, ἀκοσμίᾳ δὲ τὰ Ῥωμαίων πράγματα ἔσφηλαν.
29.28
ἐπιμιξίᾳ γὰρ τῇ ἐκείνων ἐς ἀταξίαν πολλὴν οἱ στρατιῶται ἐμπεπτωκότες, καίπερ σφίσι Βαλεντίνου πολλὰ ἐγκελευομένου, τῶν παραγγελλομένων ἥκιστα ἤκουον.
29.29
διόπερ οὐδὲ τοῖς φεύγουσιν ἐπισπόμενοί τινα ἔκτεινον, ἀλλ’ ἐν τοῖς λόφοις ἡσυχάζοντας ἀδεῶς τὰ ποιούμενα θεᾶσθαι ξυνεχώρησαν.
29.30
οὐδὲ τὴν ἐκείνῃ διελεῖν γέφυραν ἐν νῷ ἐποιήσαντο, ὅπως τὸ λοιπὸν ἡ πόλις μὴ ἑκατέρωθεν πολιορκοῖτο, τῶν βαρβάρων ἔτι ὑπὲρ ποταμὸν Τίβεριν ἐνστρατοπεδεύεσθαι οὐκ ἂν δυναμένων.
29.31
οὐ μὴν οὐδὲ τὴν γέφυραν διαβάντες κατὰ νώτου τῶν ἐναντίων ἐγένοντο οἳ τοῖς ἀμφὶ Βελισάριον ταύτῃ ἐμάχοντο. ὅπερ εἰ ἐγεγόνει, οὐκ ἂν ἔτι, οἶμαι, οἱ Γότθοι πρὸς ἀλκὴν ἔβλεπον, ἀλλ’ ἐς φυγὴν αὐτίκα μάλα ἐτράποντο, ὡς ἕκαστός πη ἐδύνατο.
29.32
νῦν δὲ καταλαβόντες τὸ τῶν πολεμίων χαράκωμα ἐς ἁρπαγὴν τῶν χρημάτων ἐτράποντο, καὶ πολλὰ μὲν ἐνθένδε ἀργυρώματα, πολλὰ δὲ ἄλλα χρήματα ἔφερον.
29.33
οἱ δὲ βάρβαροι χρόνον μέν τινα θεώμενοι τὰ ποιούμενα ἡσύχαζόν τε καὶ αὐτοῦ ἔμενον, τέλος δὲ ξυμφρονήσαντες θυμῷ τε πολλῷ καὶ κραυγῇ ἐχόμενοι ἐπὶ τοὺς ἐναντίους ἐχώρησαν.
29.34
εὑρόντες δὲ ἀνθρώπους κόσμῳ οὐδενὶ τὰ σφέτερα ληϊζομένους ἔκτεινάν τε συχνοὺς καὶ τοὺς λοιποὺς κατὰ τάχος ἐξήλασαν. ὅσοι γὰρ ἐγκαταληφθέντες αὐτῶν οὐ διεφθάρησαν, ἀπὸ τῶν ὤμων τὰ χρήματα ῥίψαντες ἄσμενοι ἔφευγον.