Book 5
29.18
ἅτε γὰρ ἐν πλήθει μεγάλῳ οἱ Γότθοι καθεστῶτες ῥᾷστα δὴ ἐς τῶν διαφθειρομένων τὴν χώραν ἕτεροι ἵσταντο, αἴσθησίν τε οὐδεμίαν τῶν ἐν σφίσιν ἀπολλυμένων παρείχοντο. καὶ τοῖς Ῥωμαίοις ἱκανὸν ἐφαίνετο λίαν ὀλίγοις οὖσιν ἐς τόδε αὐτοῖς τὴν ἀγωνίαν ἀποκεκρίσθαι.
29.19
τήν τε μάχην ἄχρι ἐς τὰ τῶν ἐναντίων στρατόπεδα διενεγκοῦσιν ἐς μέσην ἡμέραν, καὶ πολλοὺς ἤδη διαφθείρασι τῶν πολεμίων βουλομένοις ἦν ἐς τὴν πόλιν ἐπανιέναι, ἤν τις αὐτοῖς γένηται σκῆψις.
29.20
ἐν τούτῳ τῷ πόνῳ ἄνδρες Ῥωμαίων ἀγαθοὶ πάντων μάλιστα ἐγένοντο τρεῖς, Ἀθηνόδωρός τε, ἀνὴρ Ἴσαυρος, ἐν τοῖς Βελισαρίου δορυφόροις εὐδόκιμος, καὶ Θεοδωρίσκος τε καὶ Γεώργιος,
29.21
Μαρτίνου δορυφόροι, Καππαδόκαι γένος. ἀεὶ γὰρ τοῦ τῆς φάλαγγος ἐξιόντες μετώπου δόρασι διειργάζοντο τῶν βαρβάρων πολλούς. ταῦτα μὲν ἐφέρετο τῇδε.
29.22
Ἐν δὲ Νέρωνος πεδίῳ χρόνον μὲν συχνὸν ἀντεκάθηντο ἑκάτεροι ἀλλήλοις, καὶ οἱ Μαυρούσιοι ἐπεκδρομάς τε ἀεὶ ποιούμενοι καὶ τὰ δοράτια ἐσακοντίζοντες τοὺς Γότθους ἐλύπουν.
29.23
ἐπεξιέναι γὰρ αὐτοῖς ἥκιστα ἤθελον, δεδιότες τοὺς ἐκ τοῦ Ῥωμαίων δήμου οὐκ ἄποθεν ὄντας, οὓς δὴ στρατιώτας τε ᾤοντο εἶναι καί τινα ἐνέδραν ἐς σφᾶς ποιουμένους ἡσυχῆ μένειν, ὅπως κατὰ νώτου ἰόντες ἀμφιβόλους τε ποιησάμενοι διαφθείρωσιν.
29.24
ἤδη δὲ τῆς ἡμέρας μεσούσης ὁρμᾷ μὲν τὸ Ῥωμαίων στράτευμα ἐκ τοῦ αἰφνιδίου ἐπὶ τοὺς πολεμίους, τρέπονται δὲ παρὰ δόξαν οἱ Γότθοι τῷ ἀπροσδοκήτῳ καταπλαγέντες.
29.25
καὶ οὐδὲ ἐς τὸ χαράκωμα φυγεῖν ἴσχυσαν, ἀλλ’ ἐς τοὺς ἐκείνῃ λόφους ἀναβάντες ἡσύχαζον. οἱ δὲ Ῥωμαῖοι πολλοὶ μὲν ἦσαν, οὐ στρατιῶται δὲ πάντες,