Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

29.11 εὔδηλόν τε ὡς, ἢν μετὰ τούτων ὑμεῖς τῶν λογισμῶν τήνδε τὴν ξυμβολὴν διενέγκητε, ῥᾷστα μὲν τοὺς ἐναντίους νικήσετε, ὀλίγους τε ὄντας καὶ Γραικούς, κολάσετε δὲ αὐτοὺς αὐτίκα δὴ μάλα τῆς τε ἀδικίας καὶ ὕβρεως ἧς ἐς ἡμᾶς ἦρξαν.
29.12 ἡμεῖς μὲν γὰρ αὐτῶν ἀρετῇ τε καὶ πλήθει καὶ τοῖς ἄλλοις ἅπασιν ὑπεραίρειν αὐχοῦμεν, οἱ δὲ θρασύνονται καθ’ ἡμῶν τοῖς ἡμετέροις κακοῖς ἐπαρθέντες, καὶ μόνον ἐφόδιον ἔχοντες τὴν ἡμετέραν ὀλιγωρίαν. βόσκει γὰρ αὐτῶν τὴν παρρησίαν τὸ παρὰ τὴν ἀξίαν εὐτύχημα.”
29.13 Τοσαῦτα καὶ Οὐίττιγις παρακελευσάμενος διεκόσμει τὸ στράτευμα ἐς παράταξιν, πεζοὺς μὲν ἐς μέσον καταστησάμενος, τοὺς ἱππέας δὲ ἐς ἄμφω τὰ κέρατα.
29.14 οὐκ ἄποθεν μέντοι τῶν χαρακωμάτων τὴν φάλαγγα διέτασσεν, ἀλλ’ αὐτοῦ ἄγχιστα, ὅπως, ἐπειδὰν τάχιστα ἡ τροπὴ γένηται, εὐπετῶς οἱ πολέμιοι καταλαμβανόμενοι διαφθείρωνται, ἐν χώρῳ πολλῷ τῆς διώξεως αὐτοῖς γινομένης.
29.15 ἤλπιζε γάρ, ἢν ἐν τῷ πεδίῳ ἡ μάχη συσταδὸν γένηται, αὐτοὺς οὐδὲ βραχύν τινα χρόνον ἀνθέξειν, τεκμαιρόμενος πολλῷ γε ὄντι τῷ παραλόγῳ ὅτι οὐκ ἀντίπαλον τῷ σφετέρῳ τὸ τῶν πολεμίων στράτευμα εἴη.
29.16 Οἱ μὲν οὖν στρατιῶται πρωῒ ἀρξάμενοι ἔργου ἑκατέρωθεν εἴχοντο· Οὐίττιγις δὲ καὶ Βελισάριος ὄπισθεν ἐγκελευόμενοι ἀμφοτέρους ἐς εὐψυχίαν ὥρμων.
29.17 καὶ τὰ μὲν πρῶτα καθυπέρτερα ἦν τὰ Ῥωμαίων, οἵ τε βάρβαροι πρὸς τῶν τοξευμάτων συχνοὶ ἔπιπτον, δίωξις μέντοι αὐτῶν οὐδεμία ἐγίνετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme