Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

3.15 τῷ δὲ λόγῳ πρεσβευτὴν τὸν Ἀλέξανδρον βασιλεὺς ἔπεμψε, τοῖς τε ἀμφὶ τῷ Λιλυβαίῳ ξυνταραχθεὶς ʽἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωταἰ καὶ ὅτι Οὖννοι δέκα ἐκ τοῦ ἐν Λιβύῃ στρατοπέδου, δρασμοῦ ἐχόμενοι, ἐς Καμπανίαν ἀφίκοντο, Οὐλίαρίς τε αὐτούς, ὃς Νεάπολιν ἐφύλασσεν, Ἀμαλασούνθης οὔτι ἀκουσίου ὑπεδέξατο, Γότθοι τε Γήπαισι τοῖς ἀμφὶ Σίρμιον πολεμοῦντες, πόλει Γρατιανῇ, ἐν τῇ Ἰλλυριῶν ἐσχατιᾷ κειμένῃ, ὡς πολεμίᾳ ἐχρήσαντο.
3.16 ἅπερ Ἀμαλασούνθῃ ἐπικαλῶν γράμματά τε γράψας τὸν Ἀλέξανδρον ἔπεμψεν. Ὃς ἐπειδὴ ἐν Ῥώμῃ ἐγένετο, τοὺς μὲν ἱερεῖς αὐτοῦ εἴασε πράσσοντας ὧν ἕνεκα ἦλθον, ἐς δὲ Ῥάβενναν αὐτὸς κομισθεὶς καὶ Ἀμαλασούνθῃ ἐς ὄψιν ἥκων, τούς τε βασιλέως λόγους ἀπήγγειλε λάθρα καὶ τὰ γράμματα ἐς τὸ ἐμφανὲς ἐνεχείρισεν.
3.17 ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Τὸ ἐν Λιλυβαίῳ φρούριον, ἡμέτερον ὄν, βίᾳ λαβοῦσα ἔχεις, καὶ βαρβάρους δραπέτας ἐμοὺς γεγενημένους δεξαμένη ἀποδοῦναι οὔπω καὶ νῦν ἔγνωκας, ἀλλὰ καὶ Γρατιανὴν τὴν ἐμὴν τὰ ἀνήκεστα,
3.18 οὐδέν σοι προσῆκον, εἰργάσω. ὅθεν ὥρα σοι ἐκλογίζεσθαι ποία ποτὲ τούτοις τελευτὴ γένοιτο.”
3.19 ταῦτα ὡς ἀπενεχθέντα ἡ γυνὴ τὰ γράμματα ἀνελέξατο, ἀμείβεται τοῖσδε· “Βασιλέα μέγαν τε καὶ ἀρετῆς μεταποιούμενον, ὀρφανῷ παιδὶ καὶ ὡς ἥκιστα τῶν πρασσομένων ἐπαισθανομένῳ μᾶλλον ξυλλαβέσθαι εἰκὸς ἢ ἐξ οὐδεμιᾶς αἰτίας διάφορον εἶναι.
3.20 ἀγὼν γάρ, ἢν μὴ ἐκ τοῦ ἀντιπάλου ξυσταίη, οὐδὲ τὴν νίκην εὐπρεπῆ φέρει.
3.21 σὺ δὲ τὸ Λιλύβαιον Ἀταλαρίχῳ ἐπανασείεις καὶ φυγάδας δέκα καὶ στρατιωτῶν ἐπὶ πολεμίους τοὺς σφετέρους ἰόντων ἁμαρτάδα ξυμπεσοῦσαν ἀγνοίᾳ τινὶ ἐς πόλιν φιλίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme