Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

28.26 σὺ δὲ πάντας μὲν τοὺς πεζῶν ἄρχοντας, ἱππέας γὰρ ὁρᾷς γεγενημένους ἥκιστά τε ξυντάττεσθαι τοῖς σφῶν ὑπηκόοις ἐθέλοντας, ξὺν τῷ ἄλλῳ τῶν ἱππέων στρατεύματι ἔχων ἐς τὴν ξυμβολὴν τήνδε καθίστασο, ἡμᾶς δὲ τοῖς πεζοῖς ἐς τὴν παράταξιν ἡγεῖσθαι ξυγχώρει.
28.27 πεζοὶ γὰρ καὶ ἡμεῖς τὸ τῶν βαρβάρων πλῆθος ξὺν αὐτοῖς οἴσομεν, ἐλπίδα ἔχοντες ὅσα ἂν ὁ θεὸς διδῷ τοὺς πολεμίους ἐργάσασθαι.”
28.28 Ταῦτα ἀκούσας Βελισάριος κατ’ ἀρχὰς μὲν οὐ ξυνεχώρησεν· αὐτὼ γὰρ ἄνδρε μαχίμω ἐς ἄγαν ὄντε ὑπερηγάπα καὶ πεζοὺς ὀλίγους διακινδυνεύειν οὐκ ἤθελε.
28.29 τέλος δὲ τῇ τῶν ἀνδρῶν προθυμίᾳ βιαζόμενος ὀλίγους μέν τινας ἔς τε τὰς πύλας καὶ ἄνω ἐς τὰς ἐπάλξεις ξὺν Ῥωμαίων τῷ δήμῳ ἀμφὶ τὰς μηχανὰς εἴασε, τοῖς δὲ ἄλλοις Πριγκίπιόν τε καὶ Ταρμοῦτον ἐπιστήσας ὄπισθεν αὐτοὺς ἵστασθαι ἐν τάξει ἐκέλευεν, ὅπως αὐτοί τε μὴ τὸν κίνδυνον κατορρωδήσαντες τὸ ἄλλο στράτευμα ξυνταράξωσι, καὶ τῶν ἱππέων ἤν τίς ποτε μοῖρα τρέποιτο, μὴ ὡς ἀπωτάτω χωρήσαιεν, ἀλλ’ ἐς τοὺς πεζοὺς καταφεύγοντες τοὺς διώκοντας οἷοί τε ὦσι ξὺν ἐκείνοις ἀμύνεσθαι.
29.1 Ῥωμαίοις μὲν τὰ ἐς τὴν ξυμβολὴν παρεσκεύαστο ὧδε. Οὐίττιγις δὲ Γότθους ἐξώπλισεν ἅπαντας, οὐδένα ἐν τοῖς χαρακώμασιν, ὅτι μὴ τοὺς ἀπομάχους, ἀπολιπών.
29.2 καὶ τοὺς μὲν ἀμφὶ Μαρκίαν ἐν Νέρωνος πεδίῳ μένειν ἐκέλευε, φυλακῆς τε τῆς ἐν γεφύρᾳ ἐπιμελεῖσθαι, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι ἐπὶ σφᾶς ἴωσιν· αὐτὸς δὲ τὸ ἄλλο στράτευμα ξυγκαλέσας ἔλεξε τοιάδε·
29.3 “Ἴσως ἂν ὑμῶν τισι περὶ τῇ ἀρχῇ δεδιέναι δοκοίην καὶ ἀπ’ αὐτοῦ τήν τε ἄλλην ἐς ὑμᾶς φιλοφροσύνην ἐνδείξασθαι καὶ τανῦν ὑπὲρ εὐτολμίας ὑμῖν ἐπαγωγὰ φθέγγεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme