Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

28.15 Βελισάριος μὲν τοσαῦτα παρακελευσάμενος ἐξῆγε τὸ στράτευμα διά τε πυλίδος Πιγκιανῆς καὶ Σαλαρίας πύλης, ὀλίγους δέ τινας διὰ πύλης Αὐρηλίας ἐς Νέρωνος πεδίον ἐκέλευεν ἰέναι.
28.16 οἷς δὴ Βαλεντῖνον ἐπέστησε καταλόγου ἱππικοῦ ἄρχοντα, καὶ αὐτῷ ἐπέστελλε μάχης μὲν μηδεμιᾶς ἄρχειν, μηδὲ τοῦ στρατοπέδου τῶν ἐναντίων ἐγγυτέρω ἰέναι, δόκησιν δὲ παρέχειν ἀεὶ τοῦ αὐτίκα προσβάλλειν, ὅπως μὴ τῶν ἐνταῦθα πολεμίων τινὲς τὴν ἐκείνῃ γέφυραν διαβαίνοντες ἐπιβοηθεῖν τοῖς ἐκ τῶν ἄλλων χαρακωμάτων οἷοί τε ὦσι.
28.17 πολλῶν γὰρ ὄντων, ὥσπερ μοι προδεδήλωται, τῶν ἐν Νέρωνος πεδίῳ στρατοπεδευομένων βαρβάρων ἱκανόν οἱ ἐφαίνετο τούτους δὴ ἅπαντας οὐ μεταλαχόντας τῆς ξυμβολῆς ἀπὸ τοῦ ἄλλου στρατοῦ κεχωρίσθαι.
28.18 καὶ ἐπειδὴ Ῥωμαίων τοῦ δήμου ἐθελούσιοί τινες ὅπλα ἀνελόμενοι εἵποντο, ἐς μὲν τὴν ξυμβολὴν αὐτοὺς ξυντετάχθαι σφίσιν οὐκ εἴασε, δείσας μὴ ἐν τῷ ἀγῶνι γενόμενοι κατορρωδήσωσί τε τὸν κίνδυνον καὶ τὸ στράτευμα ξυνταράξωσιν ὅλον, βάναυσοί τε ἄνδρες καὶ πολέμου ἀμελέτητοι παντάπασιν ὄντες.
28.19 ἐκτὸς δὲ πυλῶν Παγκρατιανῶν, αἳ ὑπὲρ Τίβεριν ποταμόν εἰσι, φάλαγγα ποιησαμένους ἡσυχάζειν ἐκέλευεν ἕως αὐτὸς σημήνῃ, λογισάμενος, ὅπερ ἐγένετο, ὡς, εἴπερ αὐτούς τε καὶ τοὺς ἀμφὶ Βαλεντῖνον ἴδωσιν οἱ ἐν Νέρωνος πεδίῳ πολέμιοι, οὔ ποτε θαρσήσουσι τὸ σφέτερον ἀπολιπόντες χαράκωμα ἐπὶ σφᾶς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς μάχην ἰέναι.
28.20 ἕρμαιον δὲ καὶ λόγου πολλοῦ ἄξιον εἶναι ἄνδρας τοσούτους τὸ πλῆθος τοῦ τῶν ἐναντίων στρατοπέδου ἀποκεκρίσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme