Book 5
28.6
“Οὐ μαλακίαν τινὰ καταγνοὺς ὑμῶν, ἄνδρες συστρατιῶται, οὐδὲ τῶν πολεμίων κατορρωδήσας τὴν δύναμιν τὴν πρὸς αὐτοὺς συμβολὴν ὤκνουν, ἀλλ’ ἐπεὶ τὸν πόλεμον ἡμῖν ἐξ ἐπιδρομῆς διαφέρουσιν εὖ καθειστήκει τὰ πράγματα, διασώσασθαι ᾤμην δεῖν ἐς ἀεὶ τὴν τῆς εὐπραξίας αἰτίαν.
28.7
οἷς γὰρ κατὰ νοῦν τὰ παρόντα χωρεῖ, ἐφ’ ἕτερον μεταβάλλεσθαι ἀξύμφορον οἶμαι. ὁρῶν μέντοι ἐς τόνδε ὑμᾶς προθυμουμένους τὸν κίνδυνον, εὔελπίς τέ εἰμι καὶ οὔποτε ὑμῶν τῇ ὁρμῇ ἐμποδὼν στήσομαι.
28.8
οἶδα γὰρ ὡς τὸ πλεῖστον ἀεὶ τῆς ἐν τοῖς πολέμοις ῥοπῆς ἡ τῶν μαχομένων κεκλήρωται γνώμη καὶ τὰ πολλὰ τῇ τούτων προθυμίᾳ κατορθοῦσθαι φιλεῖ.
28.9
ὡς μὲν οὖν ὀλίγοι μετὰ τῆς ἀρετῆς τεταγμένοι πλήθους περιεῖναι οἷοί τέ εἰσι τῶν ἐναντίων ἐξεπίσταται ὑμῶν ἕκαστος, οὐκ ἀκοῇ λαβών, ἀλλ’ ἐς πεῖραν ἀγῶνος τὴν καθ’ ἡμέραν ἥκων.
28.10
ὅπως δὲ μὴ καταισχύνητε μήτε τὴν προτέραν τῶν ἐμῶν στρατηγημάτων δόξαν μήτε τὴν ἐκ τῆσδε ὑμῶν τῆς προθυμίας ἐλπίδα, ἐφ’ ὑμῖν κείσεται.
28.11
πάντα γὰρ ὅσα ἡμῖν ἐν τῷδε τῷ πολέμῳ πεπρᾶχθαι ξυμβαίνει πρὸς τὴν ἀπόβασιν κρίνεσθαι τῆς παρούσης ἡμέρας ἀνάγκη.
28.12
ὁρῶ δὲ καὶ τὸν παρόντα καιρὸν ἡμῖν ξυλλαμβάνοντα, ὃς ἡμῖν δεδουλωμένου τοῖς φθάσασι τοῦ τῶν πολεμίων φρονήματος ῥᾴδιον, ὡς τὸ εἰκός, τὴν ἐκείνων ἐπικράτησιν θήσεται.
28.13
τῶν γὰρ πολλάκις ἠτυχηκότων ἥκιστα ἀνδραγαθίζεσθαι φιλοῦσιν αἱ γνῶμαι. ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν ὅπλου ὑμῶν φειδέσθω μηδείς.
28.14
ἐγὼ γὰρ ὑμῖν ἐν τῷ παραυτίκα ὑπὲρ πάντων ἕτερα τῶν κατὰ τὴν μάχην διαφθειρομένων ἀνθυπουργήσω.”