Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

27.16 ἔπεμψεν οὖν ἱππεῖς πεντακοσίους, ἄγχιστά τε τοῦ περιβόλου ἰέναι κελεύσας, καὶ ὅσα πρὸς ὀλίγων πολλάκις πολεμίων πεπόνθασι, ταῦτα δὴ ἐς ξύμπασαν τὴν ἐκείνων στρατιὰν ἐπιδείξασθαι.
27.17 καὶ οἱ μὲν ἐν χωρίῳ ὑψηλῷ γενόμενοι τῆς πόλεως οὐ μακρὰν ἄποθεν, ἀλλ’ ὅσον ἔξω βελῶν, ἵσταντο.
27.18 Βελισάριος δὲ ἄνδρας τε ἀπολέξας χιλίους καὶ Βέσσαν αὐτοῖς ἄρχοντα ἐπιστήσας ὁμόσε χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐπέστελλεν.
27.19 οἱ δὲ κύκλωσίν τε τῶν βαρβάρων ποιησάμενοι καὶ κατὰ νώτου ἀεὶ βάλλοντες κτείνουσί τε συχνοὺς καὶ τοὺς λοιποὺς βιασάμενοι κατελθεῖν ἐς τὸ πεδίον ἠνάγκασαν.
27.20 ἔνθα δὴ τῆς μάχης οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐκ χειρὸς γενομένης, τῶν Γότθων οἱ μὲν πολλοὶ διεφθάρησαν, ὀλίγοι δέ τινες μόλις διαφυγόντες εἰς τὸ σφέτερον στρατόπεδον ἀνεχώρησαν.
27.21 οὓς δὴ ὁ Οὐίττιγις ἅτε τῷ ἀνάνδρῳ ἡσσημένους ἐκάκιζε, καὶ τὸ πάθος ἑτέροις τισὶν ἀνασώσασθαι οὐκ ἐς μακρὰν ὑποσχόμενος, ἐν μὲν τῷ παρόντι ἡσύχαζε, τρισὶ δὲ ὕστερον ἡμέραις ἐκ πάντων τῶν χαρακωμάτων ἄνδρας ἀπολεξάμενος πεντακοσίους ἔργα ἐς τοὺς πολεμίους ἐκέλευεν ἐπιδείξασθαι ἀρετῆς ἄξια.
27.22 οὓς ἐπειδὴ Βελισάριος ἐγγυτέρω ἥκοντας εἶδε, πεντακοσίους τε καὶ χιλίους καὶ ἄρχοντας Μαρτῖνόν τε καὶ Βαλεριανὸν ἐπ’ αὐτοὺς ἔστελλεν.
27.23 ἱππομαχίας τε ἐκ τοῦ εὐθέος γεγενημένης, τῷ πλήθει Ῥωμαῖοι παρὰ πολὺ ὑπεραίροντες τῶν πολεμίων, τρέπουσί τε αὐτοὺς οὐδενὶ πόνῳ καὶ σχεδόν τι ἅπαντας διαφθείρουσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme