Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

26.10 βάρεις τε ἀεὶ πολλαὶ ἐξεπίτηδες ἐν τῷ λιμένι ὁρμίζονται, καὶ βόες οὐκ ὀλίγοι ἐν παρασκευῇ ἀγχοτάτω ἑστᾶσιν.
26.11 ἐπειδὰν οὖν οἱ ἔμποροι ταῖς ναυσὶν ἐς τὸν λιμένα ἀφίκωνται, ἄραντες τὰ φορτία ἐνθένδε καὶ ταῦτα ἐνθέμενοι ἐν ταῖς βάρεσι, πλέουσι διὰ τοῦ Τιβέριδος ἐπὶ τὴν Ῥώμην, ἱστίοις μὲν ἢ κώπαις ἥκιστα χρώμενοι, ἐπεὶ οὔτε ἀνέμῳ τινὶ ἐνταῦθα οἷά τέ ἐστι τὰ πλοῖα ὠθεῖσθαι συχνά τε τοῦ ποταμοῦ ἐπὶ πλεῖστον ἑλισσομένου καὶ οὐκ ἐκ τοῦ εὐθέος ἰόντος, οὐδέ τι ἐνεργεῖν αἱ κῶπαι δύνανται, τῆς τοῦ ὕδατος ῥύμης ἀπ’ ἐναντίας αὐταῖς ἀεὶ φερομένης.
26.12 βρόχους δὲ ἀπὸ τῶν βάρεων ἐς τῶν βοῶν τοὺς αὐχένας ἀρτήσαντες ἕλκουσιν αὐτὰς ὥσπερ ἁμάξας ἄχρι ἐς Ῥώμην.
26.13 ἑτέρωθι δὲ τοῦ ποταμοῦ ἐκ πόλεως Ὀστίας ἐς Ῥώμην ἰόντι ὑλώδης τε ἡ ὁδός ἐστι καὶ ἄλλως ἀπημελημένη καὶ οὐδὲ τῆς τοῦ Τιβέριδος ἠϊόνος ἐγγύς, ἅτε τῆς τῶν βάρεων ἀνολκῆς ἐνταῦθα οὐκ οὔσης.
26.14 Ἀφύλακτον οὖν τὴν πρὸς τῷ λιμένι πόλιν εὑρόντες οἱ Γότθοι αὐτήν τε αὐτοβοεὶ εἷλον καὶ Ῥωμαίων τῶν ταύτῃ ᾠκημένων πολλοὺς ἔκτειναν,
26.15 καὶ τὸν λιμένα ξὺν αὐτῇ ἔσχον. χιλίους τε σφῶν ἐνταῦθα φρουροὺς καταστησάμενοι ἐς τὰ στρατόπεδα οἱ λοιποὶ ἀνεχώρησαν.
26.16 καὶ ἀπ’ αὐτοῦ τοῖς πολιορκουμένοις τὰ ἐκ θαλάσσης ἐσκομίζεσθαι ἀδύνατα ἦν, ὅτι μὴ διὰ τῆς Ὀστίας πόνῳ τε, ὡς τὸ εἰκός, καὶ κινδύνῳ μεγάλῳ.
26.17 οὐδὲ γὰρ καταίρειν ἐνταῦθα Ῥωμαίων νῆες τὸ λοιπὸν εἶχον, ἀλλ’ ἐν τῷ Ἀνθίῳ ὡρμίζοντο, ἡμέρας ὁδῷ τῆς Ὀστίας ἀπέχοντι.
26.18 ἐνθένδε τε τὰ φορτία αἰρόμενοι ἐκόμιζον μόλις· αἴτιον δὲ ἡ ὀλιγανθρωπία ἐγίνετο. Βελισάριος γὰρ περὶ τῷ Ῥώμης περιβόλῳ δείσας τὸν λιμένα κρατύνασθαι οὐδεμιᾷ φυλακῇ ἴσχυσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme