Book 5
25.19
ὁ δὲ Ἴανος οὗτος πρῶτος μὲν ἦν τῶν ἀρχαίων θεῶν οὓς δὴ Ῥωμαῖοι γλώσσῃ τῇ σφετέρᾳ Πένατες ἐκάλουν. ἔχει δὲ τὸν νεὼν ἐν τῇ ἀγορᾷ πρὸ τοῦ βουλευτηρίου ὀλίγον ὑπερβάντι τὰ Τρία Φᾶτα·
25.20
οὕτω γὰρ Ῥωμαῖοι τὰς Μοίρας νενομίκασι καλεῖν. ὅ τε νεὼς ἅπας χαλκοῦς ἐν τῷ τετραγώνῳ σχήματι ἕστηκε, τοσοῦτος μέντοι, ὅσον τὸ ἄγαλμα τοῦ Ἰάνου σκέπειν.
25.21
ἔστι δὲ χαλκοῦν οὐχ ἧσσον ἢ πηχῶν πέντε τὸ ἄγαλμα τοῦτο, τὰ μὲν ἄλλα πάντα ἐμφερὲς ἀνθρώπῳ, διπρόσωπον δὲ τὴν κεφαλὴν ἔχον, καὶ τοῖν προσώποιν θάτερον μὲν πρὸς ἀνίσχοντα, τὸ δὲ ἕτερον πρὸς δύοντα ἥλιον τέτραπται.
25.22
θύραι τε χαλκαῖ ἐφ’ ἑκατέρῳ προσώπῳ εἰσίν, ἃς δὴ ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐπιτίθεσθαι τὸ παλαιὸν Ῥωμαῖοι ἐνόμιζον, πολέμου δὲ σφίσιν ὄντος ἀνέῳγον.
25.23
ἐπεὶ δὲ τὸ Χριστιανῶν δόγμα, εἴπερ τινὲς ἄλλοι, Ῥωμαῖοι ἐτίμησαν, ταύτας δὴ τὰς θύρας οὐκέτι οὐδὲ πολεμοῦντες ἀνέκλινον.
25.24
ἀλλ’ ἐν ταύτῃ δὴ τῇ πολιορκίᾳ τινὲς τὴν παλαιάν, οἶμαι, δόξαν ἐν νῷ ἔχοντες ἐγκεχειρήκασι μὲν αὐτὰς ἀνοιγνύναι λάθρα, οὐ μέντοι παντάπασιν ἴσχυσαν, πλήν γε δὴ ὅσον μὴ ἐς ἀλλήλας, ὥσπερ τὸ πρότερον,
25.25
μεμυκέναι τὰς θύρας. καὶ ἔλαθόν γε οἱ τοῦτο δρᾶν ἐγκεχειρηκότες· ζήτησις δὲ τοῦ ἔργου οὐδεμία ἅτε ἐν μεγάλῳ θορύβῳ ἐγεγόνει, ἐπεὶ οὔτε τοῖς ἄρχουσιν ἐγνώσθη, οὔτε ἐς τὸ πλῆθος, ὅτι μὴ ἐς ὀλίγους κομιδῆ, ἦλθεν.
26.1
Οὐίττιγις δὲ τὰ μὲν πρῶτα θυμῷ τε καὶ ἀπορίᾳ ἐχόμενος τῶν δορυφόρων τινὰς ἐς Ῥάβενναν πέμψας, Ῥωμαίων τοὺς ἐκ βουλῆς ἅπαντας οὕσπερ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐνταῦθα ἤγαγε κτείνειν ἐκέλευε.