Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 5

24.25 χρόνου τε τριβέντος ὀλίγου πίπτουσι μὲν ἐς γῆν αἱ περὶ τὰ αἰδοῖα ψηφῖδες, Ἀμαλασοῦνθα δὲ ἡ Θευδερίχου παῖς ἐξ ἀνθρώπων ἠφάνιστο. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.
24.26 Γότθων δὲ Ῥώμης ἐς τὴν πολιορκίαν καθισταμένων τὰ ἐκ τῶν τῆς εἰκόνος μηρῶν ἄχρι ἐς ἄκρους πόδας διεφθάρθαι τετύχηκε,
24.27 ταύτῃ τε ἅπασα ἐκ τοῦ τοίχου ἐξίτηλος ἡ εἰκὼν γέγονεν· οἵ τε Ῥωμαῖοι τὸ πρᾶγμα τοῦτο ξυμβαλόντες περιέσεσθαι τῷ πολέμῳ ἰσχυρίζοντο τὸν τοῦ βασιλέως στρατόν, οὐκ ἄλλο οὐδὲν εἶναι τοὺς Θευδερίχου πόδας ἢ τὸν Γότθων λεὼν ὧν ἐκεῖνος ἦρχεν οἰόμενοι, καὶ ἀπ’ αὐτοῦ εὐέλπιδες ἔτι μᾶλλον ἐγένοντο.
24.28 Ἐν μέντοι Ῥώμῃ τῶν τινες πατρικίων τὰ Σιβύλλης λόγια προὔφερον, ἰσχυριζόμενοι τὸν κίνδυνον τῇ πόλει ἄχρι ἐς τὸν Ἰούλιον μῆνα γεγενῆσθαι μόνον.
24.29 χρῆναι γὰρ τότε βασιλέα Ῥωμαίοις καταστῆναί τινα, ἐξ οὗ δὴ Γετικὸν οὐδὲν Ῥώμη τὸ λοιπὸν δείσειε·
24.30 Γετικὸν γάρ φασιν ἔθνος τοὺς Γότθους εἶναι. εἶχε δὲ τὸ λόγιον ὧδε· θυιντιλι μενσε ρεγε νιηιλ γετιξυμ ιαμ.
24.31 πέμπτον δὲ μῆνα τὸν Ἰούλιον ἰσχυρίζοντο εἶναι, οἱ μέν, ὅτι Μαρτίου ἱσταμένου ἡ πολιορκία κατ’ ἀρχὰς γέγονεν, ἀφ’ οὗ δὴ πέμπτον Ἰούλιον ξυμβαίνει εἶναι, οἱ δέ, ὅτι Μάρτιον πρῶτον πρὸ τῆς Νουμᾶ βασιλείας ἐνόμιζον μῆνα, ὅτε δὴ Ῥωμαίοις ἐς δέκα μῆνας ὁ τοῦ ἐνιαυτοῦ χρόνος ξυνῄει, Ἰούλιός τε ἀπ’ αὐτοῦ Κυιντίλιος ὠνομάζετο. ἀλλ’ ἦν ἄρα τούτων οὐδὲν ὑγιές.
24.32 οὔτε γὰρ βασιλεὺς τότε Ῥωμαίοις κατέστη, καὶ ἡ πολιορκία ἐνιαυτῷ ὕστερον διαλυθήσεσθαι ἔμελλε, καὶ αὖθις ἐπὶ Τουτίλα Γότθων ἄρχοντος ἐς τοὺς ὁμοίους Ῥώμη κινδύνους ἰέναι, ὥς μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme