Book 5
24.15
οἱ γὰρ ἐξ ὑπογύου τισὶν ἐς εὔνοιαν καθιστάμενοι, οὐ κακοτυχοῦντες, ἀλλ’ εὖ πάσχοντες, τὸ πιστὸν ἐς αὐτοὺς διασώζειν εἰώθασιν.
24.16
ἄλλως τε καὶ λιμῷ Ῥωμαῖοι ἀναγκασθήσονται πολλὰ ὧν οὐκ ἂν βούλοιντο πρᾶξαι.
24.17
ἐγὼ μὲν οὖν οἶδα θάνατον ὀφείλων τῇ σῇ βασιλείᾳ, καὶ διὰ τοῦτο ζῶντά με οὐδεὶς ἂν ἐνθένδε ἐξελᾶν δύναιτο· σκόπει δὲ ὁποίαν ποτέ σοι δόξαν ἡ τοιαύτη Βελισαρίου τελευτὴ φέρει.”
24.18
Τοσαῦτα μὲν Βελισάριος ἔγραψε. βασιλεὺς δὲ λίαν ξυνταραχθεὶς στράτευμά τε καὶ ναῦς σπουδῇ ἤγειρε καὶ τοῖς ἀμφὶ Βαλεριανόν τε καὶ Μαρτῖνον ἐπέστελλε κατὰ τάχος ἰέναι.
24.19
σταλέντες γὰρ ξὺν στρατεύματι ἄλλῳ ἀμφὶ τὰς χειμερινὰς τροπὰς ἔτυχον, ἐφ’ ᾧ πλεύσουσιν ἐς Ἰταλίαν.
24.20
οἱ δὲ καταπλεύσαντες ἐς τὴν Ἑλλάδα ʽπεραιτέρω γὰρ βιάζεσθαι τὸν πλοῦν οὐχ οἷοί τε ἦσαν’ διεχείμαζον ἐς τὰ ἐπὶ Αἰτωλίας τε καὶ Ἀκαρνανίας χωρία.
24.21
ταῦτά τε Βελισαρίῳ δηλώσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον αὐτόν τε καὶ Ῥωμαίους ἅπαντας ἐς τὴν προθυμίαν ἐπέρρωσεν.
24.22
Ἐν τούτῳ δὲ ξυνηνέχθη ἐν Νεαπόλει τοιόνδε γενέσθαι. Θευδερίχου τοῦ Γότθων ἄρχοντος εἰκὼν ἐν τῇ ἀγορᾷ ἐτύγχανεν οὖσα, ἐκ ψηφίδων τινῶν ξυγκειμένη, μικρῶν μὲν ἐς ἄγαν, χροιαῖς δὲ βεβαμμένων σχεδόν τι ἁπάσαις.
24.23
ταύτης τῆς εἰκόνος ποτὲ τὴν κεφαλὴν διαρρυῆναι ζῶντος Θευδερίχου ξυμβέβηκε, τῆς τῶν ψηφίδων ἐπιβολῆς ἐκ τοῦ αὐτομάτου ξυνταραχθείσης, καὶ Θευδερίχῳ ξυνηνέχθη τελευτῆσαι τὸν βίον αὐτίκα δὴ μάλα.
24.24
ἐνιαυτοῖς δὲ ὀκτὼ ὕστερον αἱ τὴν τῆς εἰκόνος γαστέρα ποιοῦσαι ψηφῖδες διερρύησαν ἐξαπιναίως, καὶ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς εὐθὺς ἐτελεύτα.