Book 5
24.7
ὅσα μέντοι προσήκει ἐμέ τε εἰπεῖν καὶ ὑμᾶς πρᾶξαι, οὐ μήποτε ἀποκρύψομαι, ἐκεῖνο εἰδώς, ὡς πρόεισι μὲν τὰ ἀνθρώπινα ὅπη ἂν βουλομένῳ τῷ θεῷ εἴη, οἱ δὲ τῶν ἔργων ἁπάντων προστάται ἐκ τῶν σφίσιν αὐτοῖς πεπραγμένων τὰς αἰτίας ἢ τοὺς ἐπαίνους ἐς ἀεὶ φέρονται.
24.8
οὐκοῦν ὅπλα τε καὶ στρατιῶται στελλέσθων ἐς ἡμᾶς τοσοῦτοι τὸ πλῆθος ὥστε τοῖς πολεμίοις ἡμᾶς τὸ λοιπὸν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς πόλεμον τόνδε καθίστασθαι.
24.9
οὐ γὰρ ἅπαντα χρεὼν πιστεύειν τῇ τύχῃ, ἐπεὶ οὐδὲ ὁμοίως ἐς πάντα τὸν χρόνον φέρεσθαι πέφυκεν. ἀλλὰ σέ, ὦ βασιλεῦ, ἐκεῖνο εἰσίτω, ὡς ἢν νῦν ἡμῶν οἱ βάρβαροι περιέσονται, Ἰταλίας τε τῆς σῆς ἐκπεσούμεθα καὶ προσαποβαλοῦμεν τὸ στράτευμα, καὶ προσέσται ἡμῖν τοσαύτη τις οὖσα ἡ ὑπὲρ τῶν πεπραγμένων αἰσχύνη.
24.10
ἐῶ γὰρ λέγειν ὡς καὶ Ῥωμαίους ἀπολεῖν δόξαιμεν, οἵ γε περὶ ἐλάσσονος τὴν σωτηρίαν τῆς ἐς τὴν σὴν βασιλείαν πεποίηνται πίστεως.
24.11
ὥστε ἡμῖν καὶ τὴν ἄχρι τοῦδε γενομένην εὐημερίαν εἰς συμφορῶν ὑπόθεσιν τετελευτηκέναι ξυμβήσεται.
24.12
εἰ γὰρ Ῥώμης ἡμῖν καὶ Καμπανίας καὶ πολλῷ πρότερον Σικελίας ἀποκεκροῦσθαι τετύχηκε, τὸ πάντων ἂν ἡμᾶς κουφότατον τῶν κακῶν ἔδακνε τὸ μὴ τοῖς ἀλλοτρίοις δεδυνῆσθαι πλουτεῖν.
24.13
καὶ μὴν καὶ τοῦτο ἐκλογίζεσθαι ὑμᾶς ἄξιον, ὡς Ῥώμην πώποτε πλείω τινὰ χρόνον οὐδὲ μυριάσι πολλαῖς διαφυλάξαι δυνατὸν γέγονε, χώραν τε περιβεβλημένην πολλὴν καὶ τῷ μὴ ἐπιθαλασσίαν εἶναι τῶν ἀναγκαίων ἀποκεκλεισμένην ἁπάντων.
24.14
καὶ Ῥωμαῖοι νῦν μὲν εὐνοϊκῶς ἡμῖν ἔχουσι, τῶν δὲ κακῶν αὐτοῖς, ὡς τὸ εἰκός, μηκυνομένων, οὐδὲν μελλήσουσιν ὑπὲρ αὑτῶν ἑλέσθαι τὰ κρείσσω.