Book 5
23.27
ἥ τε τειχομαχία πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς δείλην ὀψίαν. ταύτην μὲν οὖν τὴν νύκτα ηὐλίσαντο ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐν τῷ περιβόλῳ παιανίζοντες καὶ Βελισάριον ἐν εὐφημίαις ποιούμενοι καὶ τὰ τῶν νεκρῶν σκυλεύματα ἔχοντες, Γότθοι δὲ τούς τε τραυματίας σφῶν θεραπεύοντες καὶ τοὺς τελευτήσαντας ὀδυρόμενοι.
24.1
Βελισάριός τε γράμματα βασιλεῖ ἔγραψεν· ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, ὥσπερ ἐκέλευες, χώραν τε αὐτῆς περιβεβλημένοι πολλὴν καὶ Ῥώμην κατελάβομεν, ἀπωσάμενοι τοὺς ταύτῃ βαρβάρους, ὧνπερ ἔναγχος τὸν ἄρχοντα Λεύδεριν ἐς ὑμᾶς ἔπεμψα.
24.2
συμβέβηκε δὲ ἡμῖν τῶν στρατιωτῶν πλῆθος ἔν τε Σικελίᾳ καὶ Ἰταλίᾳ ἐπὶ φυλακῇ τῶν ὀχυρωμάτων καταστησαμένοις ὧνπερ δυνατοὶ κατακεκρατηκέναι γεγόναμεν, τὸ στράτευμα ἐς πεντακισχιλίους ἀπολελεῖφθαι.
24.3
οἱ δὲ πολέμιοι ἥκουσιν ἐφ’ ἡμᾶς ἐς μυριάδας πεντεκαίδεκα συνειλεγμένοι. καὶ πρῶτον μὲν ἡμῖν ἐπὶ κατασκοπῇ τῶν ἀνδρῶν γενομένοις παρὰ Τίβεριν ποταμόν, ἠναγκασμένοις τε παρὰ γνώμην αὐτοῖς ἐς χεῖρας ἐλθεῖν, μικροῦ κατακεχῶσθαι δοράτων συμβέβηκε πλήθει.
24.4
ἔπειτα δὲ τειχομαχήσαντες οἱ βάρβαροι παντὶ τῷ στρατῷ καὶ μηχαναῖς τισι προσβαλόντες πανταχόσε τοῦ τείχους, ὀλίγου ἐδέησαν ἡμᾶς τε αὐτοβοεὶ καὶ τὴν πόλιν ἑλεῖν, εἰ μή τις ἡμᾶς ἀνήρπασε τύχη.
24.5
τὰ γὰρ τῶν πραγμάτων νικῶντα τὴν φύσιν οὐκ ἂν εἰκότως ἐς ἀνδρῶν ἀρετήν, ἀλλ’ ἐς τὸ κρεῖσσον, ἀναφέρεσθαι πρέποι.
24.6
τὰ μὲν οὖν ἄχρι τοῦδε ἡμῖν πεπραγμένα, εἴτε τύχῃ τινὶ εἴτε ἀρετῇ, ὡς ἄριστα ἔχει· τὰ δὲ ἐνθένδε βουλοίμην ἂν ἀμείνω τοῖς πράγμασι τοῖς σοῖς ἔσεσθαι.