Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

23.12 τῆς τε πόλεως ἀγχοῦ γενόμενοι Ἱμέριον μὲν ὀλίγῳ ἔμπροσθεν ξὺν στρατιώταις τῶν Στότζᾳ ἑπομένων τισὶν ἔπεμψαν, Μαυρουσίους δεδεμένους δῆθεν ἐφέλκοντα, αὐτοὶ δὲ ὄπισθεν εἵποντο.
23.13 καὶ τῷ Ἱμερίῳ εἰπεῖν τοῖς ἐφεστῶσι ταῖς τῆς πόλεως πύλαις ἐπέστελλον, ὡς νικῴη μὲν κατὰ κράτος ὁ βασιλέως στρατός, ἥξει δὲ Ἰωάννης αὐτίκα δὴ μάλα, πλῆθος Μαυρουσίων δορυαλώτων ἄγων ἀριθμοῦ κρεῖσσον· οὕτω τε τῶν πυλῶν σφίσιν ἀνοιγνυμένων, ἐντὸς τοῦ περιβόλου ξὺν τοῖς ἅμα αὐτῷ ἰοῦσι γενέσθαι.
23.14 καὶ ὁ μὲν κατὰ ταῦτα ἐποίει. Ἀδραμητηνοὶ δὲ οὕτως ἐξαπατηθέντες ʽοὐ γὰρ ἀπιστεῖν τῷ πάντων ἄρχοντι τῶν ἐν Βυζακίῳ στρατιωτῶν εἶχον’ τὰς πύλας ἀναπετάσαντες τοὺς πολεμίους ἐδέχοντο.
23.15 τότε δὴ οἱ ξὺν τῷ Ἱμερίῳ ἐσβάντες σπασάμενοι τὰ ξίφη τὰς πύλας ἐπιτιθέναι τοὺς ταύτῃ φύλακας οὐκέτι εἴων, ἀλλὰ πάντα τῇ πόλει αὐτίκα ἐδέξαντο τὸν τῶν Μαυρουσίων στρατόν.
23.16 ληισάμενοί τε αὐτὴν οἱ βάρβαροι καὶ φύλακας καταστησάμενοι ὀλίγους τινὰς ἀπηλλάσσοντο.
23.17 Ῥωμαίων δὲ τῶν ζωγρηθέντων τινὲς μὲν φεύγοντες ἐς Καρχηδόνα ἦλθον, ἐν οἷς Σεβηριανός τε καὶ Ἱμέριος ἦν. ἐκ Μαυρουσίων γὰρ τοῖς φεύγειν ἐθέλουσιν οὐ χαλεπὸν ἦν. πολλοὶ δὲ καὶ ξὺν τῷ Στότζᾳ οὔτι ἄκοντες ἔμειναν.
23.18 Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τῶν τις ἱερέων, Παῦλος ὄνομα, ὃς δὴ ἐφεστήκει τῇ τῶν νοσούντων ἐπιμελείᾳ, κοινολογησάμενος τῶν λογίμων τισίν, “Αὐτὸς μέν,” ἔφη, “ἐς Καρχηδόνα σταλήσομαι καὶ κατὰ τάχος ξὺν στρατῷ ἐπανήξειν ἐλπίδα ἔχω, ὑμῖν δὲ μελήσει τῇ πόλει τὸ βασιλέως

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme