Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

23.3 ἐτύγχανε δὲ Ἱμέριος Θρᾷξ τῶν ἐν Βυζακίῳ καταλόγων ἄρχων, ὃν δὴ τότε Ἰωάννης ἐκέλευε πάντας ἐπαγόμενον τοὺς ταύτῃ καταλόγους ξὺν τοῖς ἑκάστῳ ἡγουμένοις ἐλθόντα ἐς χωρίον Μενεφέσση, ὅ ἐστιν ἐν Βυζακίῳ,
23.4 σφίσι ξυμμῖξαι. ὕστερον δὲ ἀκούσας ἐνταῦθα ἐνστρατοπεδεύεσθαι τοὺς πολεμίους, Ἱμερίῳ ἔγραφε τά τε ξυμπεσόντα δηλῶν καὶ σφίσιν ἐπαγγέλλων ἑτέρωθι ἀναμίγνυσθαι, ὅπως μὴ κατὰ μόνας, ἀλλὰ κοινῇ ἅπαντες ὑπαντιάσωσι τοῖς πολεμίοις.
23.5 τύχῃ δέ τινι οἱ ταῦτα τὰ γράμματα ἔχοντες ὁδῷ ἑτέρᾳ χρησάμενοι τὸν Ἱμέριον εὑρεῖν οὐδαμῇ ἴσχυσαν, ἀλλὰ ξὺν τῷ στρατῷ ἐμπεπτωκὼς ἐς τὸ τῶν ἐναντίων στρατόπεδον γέγονεν ὑπὸ ταῖς ἐκείνων χερσίν.
23.6 ἦν δέ τις ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ νεανίας Σεβηριανός, Ἀσιατικοῦ παῖς, Φοῖνιξ, Ἐμεσηνὸς γένος, καταλόγου ἱππικοῦ ἄρχων.
23.7 ὃς δὴ μόνος ξὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις, πεντήκοντα οὖσι, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε.
23.8 καὶ χρόνον μὲν ἀντεῖχόν τινα, ἔπειτα δὲ πλήθει πολλῷ βιαζόμενοι ἐς λόφον ἀνέδραμον ἐνταῦθά πη ὄντα, οὗ δὴ καὶ φρούριον οὐκ ἀσφαλὲς ἦν.
23.9 διὸ δὴ ὁμολογίᾳ σφᾶς αὐτοὺς τοῖς ἐναντίοις ἐνταῦθα ἐπ’ αὐτοὺς ἀναβεβηκόσι παρέδωκαν.
23.10 οἱ δὲ οὔτε αὐτὸν οὔτε τῶν στρατιωτῶν τινα ἔκτειναν, ἀλλὰ ζωγρήσαντες ἅπαντας, Ἱμέριον μὲν ἐν φυλακῇ ἔσχον, τῷ δὲ Στότζᾳ τοὺς στρατιώτας παρέδοσαν, ὁμολογοῦντας σφίσι ξὺν προθυμίᾳ. πολλῇ ἐπὶ Ῥωμαίους στρατεύσεσθαι· τὸν μέντοι Ἱμέριον, ἢν μὴ τὰ ἐπαγγελλόμενα ποιῇ, κτείνειν ἠπείλουν.
23.11 ἐπήγγελλον δὲ πόλιν Ἀδραμητὸν ἐπιθαλασσίαν μηχανῇ τινι σφίσιν ἐνδοῦναι. καὶ ἐπεί οἱ ἰσχυρίζετο βουλομένῳ εἶναι, ἐπὶ Ἀδραμητὸν ξὺν αὐτῷ ᾔεσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme