Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

22.8 οὐ γὰρ μόνον με τῶν σιτήσεων ἀποστερεῖν ἔγνω ἅσπερ μοι πολλῷ πρότερον χρόνῳ Βελισάριός τε διώρισε καὶ σὺ δέδωκας, ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἐμὸν ἔκτεινεν, οὐδὲν ἀδίκημα αὐτῷ ἐπενεγκεῖν ἔχων.
22.9 τὴν μὲν οὖν δίκην παρὰ τοῦ ἠδικηκότος ἡμᾶς λαβόντες ἔχομεν. εἰ δέ σοι βουλομένῳ ἐστὶ δουλεύειν τε Μαυρουσίους τῇ σῇ βασιλείᾳ καὶ πάντα ὑπηρετεῖν ᾗπερ εἰώθασι, Σέργιον μὲν τὸν τοῦ Σολόμωνος ἀδελφιδοῦν ἐνθένδε ἀπαλλαγέντα ἐπανήκειν παρὰ σὲ κέλευε, ἄλλον δὲ στρατηγὸν εἰς Λιβύην πέμπε.
22.10 οὐ γάρ σε ἐπιλείψουσιν ἄνδρες ξυνετοί τε καὶ Σεργίου τῷ παντὶ ἀξιώτεροι· ἕως γὰρ οὗτος τῷ σῷ ἐξηγεῖται στρατῷ, εἰρήνην ἔς τε Ῥωμαίους καὶ Μαυρουσίους ξυνίστασθαι ἀμήχανά ἐστιν.” Ἀντάλας μὲν τοσαῦτα ἔγραψε. βασιλεὺς δὲ
22.11 ταῦτα ἀναλεξάμενος καὶ μαθὼν τὸ κοινὸν ἁπάντων ἐς Σέργιον ἔχθος, οὐδ’ ὣς παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε, Σολόμωνος τήν τε ἄλλην ἀρετὴν καὶ τὴν τοῦ βίου καταστροφὴν αἰσχυνόμενος. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
22.12 Σολόμων δέ, ὁ Σεργίου ἀδελφός, δόξας ξὺν τῷ θείῳ Σολόμωνι ἐξ ἀνθρώπων ἀφανισθῆναι, πρός τε τῶν ἄλλων καὶ τοῦ ἀδελφοῦ ἠμελήθη· οὐ γάρ τις αὐτὸν περιόντα ἔγνω.
22.13 ἐτύγχανον δὲ ζωγρήσαντες αὐτὸν ἅτε νέον κομιδῆ ὄντα Μαυρούσιοι,
22.14 καὶ αὐτοῦ ἀνεπυνθάνοντο ὅστις ποτὲ εἴη. ὁ δὲ Βανδίλος μὲν γένος, Σολόμωνος δὲ δοῦλος ἔφασκεν εἶναι. φίλον μέντοι τῶν τινα ἰατρῶν, Πηγάσιον ὄνομα, εἶναί οἱ ἐν πόλει Λαρίβῳ, πλησίον που οὔσῃ, ὃς αὐτὸν ὠνήσαιτο τὰ λύτρα διδούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme