Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

21.22 οὐκοῦν ἐπειδὴ Σέργιος ταῦτα ὀμόσας εἶτα τοὺς πιστεύσαντας ἔκτεινε, βουλομένοις σφίσιν αὐτοῖς εἴη ἐς μάχην ἰοῦσι τούτων δὴ τῶν λογίων ἀποπειρᾶσθαι, ὁποίαν τινὰ πρὸς τοὺς ἐπιόρκους δύναμιν ἔχουσιν, ὅπως αὐτοῖς βεβαιότατα πιστεύσαντες οὕτω δὴ ἐπὶ τὰς ξυνθήκας καθιστῶνται. ταῦτα Σολόμων ἀκούσας τὰ ἑ̓ς τὴν ξυμβολὴν ἐξηρτύετο.
21.23 Τῇ δὲ ὑστεραίᾳ μοίρᾳ τινὶ τῶν πολεμίων λείαν ὅτι πλείστην ἀγούσῃ ξυμβαλὼν καὶ μάχῃ νικήσας ἀφελών τε τὴν λείαν ἐφύλασσε πᾶσαν.
21.24 δυσανασχετοῦσι δὲ τοῖς στρατιώταις καὶ δεινὰ ποιουμένοις, ὅτι δὴ αὐτοῖς οὐκ ἐδίδου τὰ λάφυρα, ἔφασκεν ἀναμένειν τὸ τοῦ πολέμου πέρας, ὅπως δὴ ἅπαντα τηνικαῦτα διανείμωνται, καθάπερ ἂν ἐς τὴν ἀξίαν ἐπιβάλλον ἑκάστῳ φαίνηται.
21.25 ἐπεὶ δὲ αὖθις οἱ βάρβαροι πάσῃ τῇ στρατιᾷ ἐς ξυμβολὴν ὥρμηντο, ἐνταῦθα Ῥωμαίων τέ τινες ἀπελείποντο καὶ οἱ ἄλλοι οὐ ξὺν προθυμίᾳ ἐς τὴν παράταξιν ᾔεσαν.
21.26 πρῶτα μὲν οὖν ἀγχώμαλος ἐγεγόνει ἡ μάχη, ὕστερον δὲ πλήθει πολλῷ ὑπερβαλλομένων τῶν Μαυρουσίων, Ῥωμαίων μὲν οἱ πολλοὶ ἔφευγον, Σολόμων δὲ καὶ ἀμφ’ αὐτόν τινες χρόνον μέν τινα βαλλόμενοι ἀντεῖχον, ὕστερον δὲ ὑπερβιαζομένων τῶν πολεμίων σπουδῇ ἔφευγον ἔς τε ῥύακος ἐκείνῃ ῥέοντος χαράδραν ἀφίκοντο
21.27 ἔνθα δὴ ὀκλάσαντός οἱ τοῦ ἵππου Σολόμων ἐκπίπτει ἐς ἔδαφος, καὶ αὐτὸν κατὰ τάχος ταῖς χερσὶν οἱ δορυφόροι ἀράμενοι ἐπὶ τοῦ ἵππου καθίζουσι.
21.28 περιώδυνον δὲ γεγονότα καὶ ἀδύνατον ἔτι τοῦ χαλινοῦ ἔχεσθαι καταλαβόντες οἱ βάρβαροι αὐτόν τε κτείνουσι καὶ τῶν δορυφόρων πολλούς. αὕτη τε τοῦ βίου τελευτὴ Σολόμωνι ἐγένετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme