Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

21.17 οἵ τε βάρβαροι ἐς Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς ἐληίσαντο τῶν ἐκείνῃ χωρίων· Ἀντάλας δὲ ʽοὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε Ῥωμαίοις πιστοῦ διαμεμενηκότος καὶ δι’ αὐτὸ μόνου ἐν Βυζακίῳ Μαυρουσίων ἄρχοντοσ̓ ἤδη Σολόμωνι ἐκπεπολεμωμένος ἐτύγχανεν, ὅτι τε τὰς σιτήσεις αἷς αὐτὸν βασιλεὺς ἐτετιμήκει Σολόμων ἀφείλετο καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ ἔκτεινε, ταραχήν τινα αὐτῷ ἐς Βυζακηνοὺς γινομένην ἐπενεγκών.
21.18 τότε οὖν τούτους Ἀντάλας τοὺς βαρβάρους ἄσμενός τε εἶδε καὶ ὁμαιχμίαν ποιησάμενος ἐπὶ Σολόμωνά τε καὶ Καρχηδόνα σφίσιν ἡγήσατο.
21.19 Σολόμων δέ, ἐπεὶ ταῦτα ἤκουσε, παντὶ τῷ στρατῷ ἄρας ἐπ’ αὐτοὺς ᾔει, καὶ καταλαβὼν ἀμφὶ πόλιν Τεβέστην, ἓξ ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἐστρατοπεδεύσατο αὐτός τε καὶ οἱ Βάκχου τοῦ ἀδελφοῦ παῖδες Κῦρός τε καὶ Σέργιος καὶ Σολόμων ὁ νεώτατος.
21.20 δείσας τε τὸ τῶν βαρβάρων πλῆθος ἔπεμψε παρὰ τῶν Λευαθῶν τοὺς ἄρχοντας, μεμφόμενος μὲν ὅτι δὴ ἔνσπονδοι Ῥωμαίων ὄντες εἶτα ἐν ὅπλοις γενόμενοι ἐπ’ αὐτοὺς ἥκουσι, τὴν δὲ εἰρήνην ἀξιῶν ἐν σφίσι κρατύνασθαι, ὅρκους τε ὀμεῖσθαι τοὺς δεινοτάτους ὑπέσχετο, ἦ μὴν ἀμνηστίᾳ τῶν πεπραγμένων ἑ̓ς αὐτοὺς χρήσεσθαι.
21.21 χλευάζοντες δὲ τὰ εἰρημένα οἱ βάρβαροι πάντως αὐτὸν ὀμεῖσθαι τὰ Χριστιανῶν λόγια ἔφασαν, ἅπερ καλεῖν εὐαγγέλια νενομίκασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme