Book 4
19.26
ἄμεινον γὰρ Σολόμωνι ἐφαίνετο ἐπί τε Ἰαύδαν καὶ Μαυρουσίων τὸ πλῆθος ἰέναι, οἰομένῳ, ἢν ἐκείνους πολιορκίᾳ ἑλεῖν δύνηται, ῥᾷόν τε καὶ ἀπονώτερον τοὺς ἐν Ζερβούλῃ βαρβάρους προσχωρήσειν σφίσιν.
19.27
οἱ δὲ βάρβαροι οὐκέτι ἀντέχειν τῇ προσεδρείᾳ οἰόμενοι, ἐπεὶ αὐτοῖς ἅπαντες ἤδη οἱ ἡγεμόνες ἀνῄρηντο, φεύγειν τε κατὰ τάχος καὶ τὸ φρούριον ἀπολιπεῖν ἔγνωσαν.
19.28
αὐτίκα γοῦν ἅπαντες σιγῇ τε καὶ οὐδεμίαν τοῖς πολεμίοις αἴσθησιν παρεχόμενοι ἔφευγον, οἵ τε Ῥωμαῖοι ἐς τὴν ἀναχώρησιν ἅμα ἡμέρᾳ παρεσκευάζοντο.
19.29
καὶ ἐπειδὴ ἐν τῷ τείχει οὐδείς, καίπερ πολεμίων ἀναχωρούντων, ἐφαίνετο, ἐθαύμαζόν τε καὶ ἐς ἀλλήλους ἐπὶ πλεῖστον διηποροῦντο.
19.30
ξὺν ταύτῃ τε τῇ ἀμηχανίᾳ τὸ φρούριον περιιόντες ἀνακεκλιμένην τὴν πυλίδα εὑρίσκουσιν ὅθεν δὴ οἱ Μαυρούσιοι ᾤχοντο φεύγοντες.
19.31
ἔς τε τὸ φρούριον ἐσελθόντες ἐν ἁρπαγῇ ἅπαντα ἐποιήσαντο, διώκειν μέντοι ἤκιστα τοὺς πολεμίους διενοοῦντο, ἄνδρας κούφως τε ἐσταλμένους μένους καὶ τῶν ἐκείνῃ χωρίων ἐμπείρους.
19.32
καὶ ἐπειδὴ ἅπαντα ἐληίσαντο, φύλακας τοῦ φρουρίου καταστησάμενοι πεζῇ ἅπαντες ἐχώρουν πρόσω.
20.1
Ἐλθόντες δὲ ἐς Τοῦμαρ τὸν χῶρον, οὗ δὴ καθείρξαντες σφᾶς αὐτοὺς ἡσύχαζον οἱ πολέμιοι, ἄγχι που ἐστρατοπεδεύσαντο ἐν δυσχωρίᾳ, ἔνθα οὔτε ὕδατος ὄτι μὴ ὀλίγου οὔτε ἀλλου του ἀναγκαίου ἐν εὐπορίᾳ ἔσεσθαι ἔμελλον.
20.2
χρόνου δὲ τριβομένου συχνοῦ τῶν τε βαρβάρων οὐδαμῶς σφίσιν ἐπεξιόντων, αὐτοὶ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τῇ προσεδρείᾳ πιεζόμενοι ἤσχαλλον.