Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

19.19 οἱ μὲν οὖν πολλοὶ ἔς τε Μαυριτανοὺς καὶ ἐς τοὺς πρὸς μεσημβρίαν τοῦ Αὐρασίου βαρβάρους ᾤχοντο, Ἰαύδας δὲ ξὺν Μαυρουσίων δισμυρίοις ἐνταῦθα ἔμενεν. ἐτύγχανε δὲ φρούριον οἰκοδομησάμενος ἐν Αὐρασίῳ, Ζερβούλην ὄνομα. οὗ δὴ ἐσελθὼν σὺν πᾶσι Μαυρουσίοις ἡσύχαζε.
19.20 Σολόμων δὲ χρόνον μὲν τρίβεσθαι τῇ πολιορκίᾳ ἥκιστα ἤθελε, μαθὼν δὲ τὰ ἀμφὶ πόλιν Ταμουγάδην πεδία σίτου ἀκμάζοντος ἔμπλεα εἶναι ἐς αὐτὰ ἐπῆγε τὸ στράτευμα καὶ ἐγκαθεζόμενος ἐδῄου τὴν γῆν. πυρπολήσας τε ἅπαντα ἐς Ζερβούλην τὸ φρούριον αὖθις ἀνέστρεψεν.
19.21 Ἐν δὲ τῷ χρόνῳ τούτῳ ᾧ Ῥωμαῖοι ἐδῄουν τὴν γῆν, Ἰαύδας καταλιπὼν Μαυρουσίων τινάς, οὓς μάλιστα ᾤετο ἐς τοῦ φρουρίου τὴν φυλακὴν ἱκανοὺς ἔσεσθαι, αὐτὸς ἐς τὴν τοῦ Αὐρασίου ὑπερβολὴν ξὺν τῷ ἄλλῳ στρατῷ ἀνέβη, ὅπως μὴ πολιορκουμένους ἐνταῦθα τὰ ἐπιτήδεια σφᾶς ἐπιλίποι.
19.22 χῶρόν τε εὑρὼν κρημνοῖς τε πάντοθεν ἀνεχόμενον καὶ πρὸς ἀποτόμων πετρῶν καλυπτόμενον,
19.23 Τοῦμαρ ὄνομα, ἐνταῦθα ἡσύχαζε. Ῥωμαῖοι δὲ Ζερβούλην τὸ φρούριον ἐς τρεῖς ἐπολιόρκουν ἡμέρας. καὶ τόξοις χρώμενοι, ἅτε οὐχ ὑψηλοῦ ὄντος τοῦ τείχους, πολλοὺς τῶν ἐν ταῖς ἐπάλξεσι βαρβάρων ἔβαλλον.
19.24 τύχῃ δέ τινι ξυνέπεσεν ἅπαντας Μαυρουσίων τοὺς ἡγεμόνας τούτοις δὴ ἐντυχόντας τοῖς βέλεσι θνήσκειν.
19.25 ἐπεὶ δὲ ὅ τε τῶν τριῶν ἡμερῶν χρόνος ἐτρίβη καὶ νὺξ ἐπέλαβε, Ῥωμαῖοι μὲν οὐδὲν τοῦ θανάτου πέρι τῶν ἐν Μαυρουσίοις ἡγεμόνων πυθόμενοι διαλύειν ἐβουλεύοντο τὴν προσεδρείαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme