Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

16.3 ἐπειδή τε ἐς Καρχηδόνα κατέπλευσαν, τούς τε παρόντας σφίσι στρατιώτας ὁ Γερμανὸς ἠρίθμει καὶ τῶν γραμματέων ἀναλεγόμενος τὰ βιβλία οὗ πάντα ἀναγέγραπται τῶν στρατιωτῶν τὰ ὀνόματα, εὕρισκε τὸ μὲν τριτημόριον τοῦ στρατοῦ ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ἄν, τοὺς δὲ ἄλλους ἅπαντας τῷ τυράννῳ ἐπὶ Ῥωμαίους ξυντεταγμένους.
16.4 μάχης μὲν οὖν διὰ ταῦτα οὐκ ἦρχε, τοῦ δὲ στρατοπέδου ἐπεμελεῖτο ὡς μάλιστα. λογισάμενός τε ὡς τῶν πολεμίων ξυγγενεῖς ἢ ὁμοσκήνους τοὺς ἐν Καρχηδόνι ἀπολελειμμένους ξυμβαίνει εἶναι, ἄλλα τε πολλὰ ἐπαγωγὰ πᾶσιν ἐφθέγγετο καὶ σταλῆναι πρὸς βασιλέως ἐς Λιβύην αὐτὸς ἔφασκεν, ἐφ’ ᾧ ἠδικημένοις μὲν στρατιώταις ἀμυνεῖ, κολάσει δὲ τοὺς ἀδικίας τινὸς ἐς αὐτοὺς ἄρξαντας.
16.5 ἅπερ οἱ στασιῶται πυνθανόμενοι κατ’ ὀλίγους αὐτῷ προσχωρεῖν ἤρχοντο. καὶ αὐτοὺς ὁ Γερμανὸς τῇ τε πόλει ξὺν φιλοφροσύνῃ ἐδέχετο καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε, τάς τε συντάξεις αὐτοῖς τοῦ χρόνου ἐδίδου καθ’ ὃν ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἦσαν.
16.6 ἐπεὶ δὲ ὁ περὶ τούτων λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθε, κατὰ πολλοὺς ἤδη τοῦ τυράννου ἀποτασσόμενοι ἐς Καρχηδόνα ἐσήλαυνον.
16.7 καὶ τότε δὴ Γερμανὸς ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσεσθαί οἱ πρὸς τοὺς ἐναντίους τὴν μάχην ἐλπίσας τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο.
16.8 Ἐν τούτῳ δὲ ὁ Στότζας τοῦ μὲν κακοῦ ἤδη αἰσθόμενος, δεδιὼς δὲ μή οἱ καὶ πλειόνων στρατιωτῶν τῇ ἀποστάσει ἔτι μᾶλλον τὸ στράτευμα ἐλασσοῦσθαι ξυμβαίη, διακινδυνεύειν τε ἐν τῷ παραυτίκα ἠπείγετο καὶ τοῦ πολέμου ὀξύτερον ἀντιλαμβάνεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme