Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

15.54 “Ἄνδρες συστρατιῶται, οὐ δίκαια ποιεῖτε ἐπὶ ξυγγενεῖς τε καὶ συντρόφους στρατεύοντες, ἐπ’ ἄνδρας τε ὅπλα αἰρόμενοι οἳ τοῖς κακοῖς τοῖς ὑμετέροις καὶ τοῖς εἰς ὑμᾶς ἀδικήμασιν ἀχθόμενοι βασιλεῖ τε καὶ Ῥωμαίοις πολεμεῖν ἔγνωσαν.
15.55 ἢ οὐ μέμνησθε ὡς ἐστέρησθε μὲν τῶν ἄνωθεν ὑμῖν ὀφειλομένων συντάξεων, ἀφῄρησθε δὲ τῶν πολεμίων τὰ λάφυρα, ἃ τῶν ἐν μάχαις κινδύνων ἆθλα ὁ τοῦ πολέμου τέθεικε νόμος;
15.56 καὶ τοῖς μὲν τῆς νίκης ἀγαθοῖς ἕτεροι τρυφᾶν ἐς τὸν ἅπαντα χρόνον ἠξίουν, ὑμεῖς δὲ ἐν οἰκετῶν ἕπεσθε μοίρᾳ;
15.57 εἰ μὲν οὖν ἐμοὶ χαλεπαίνετε, πάρεστιν ὑμῖν ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι, τὸ δὲ ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα· εἰ δέ μοι αἰτίαν οὐδεμίαν ἐπενεγκεῖν ἔχετε, ὥρα ὑμῖν ὑπὲρ αὑτῶν
15.58 ἀνελέσθαι τὰ ὅπλα.” ὁ μὲν οὖν Στότζας τοσαῦτα εἶπεν· οἱ δὲ στρατιῶται τούς τε λόγους ἐνεδέχοντο καὶ αὐτὸν πολλῇ εὐνοίᾳ ἠσπάζοντο.
15.59 κατιδόντες δὲ οἱ ἄρχοντες τὰ γινόμενα σιγῇ τε ὑπεχώρουν καὶ ἐς ἱερὸν ὃ ἐν Γαζοφύλοις ἦν καταφεύγουσι. Στότζας δὲ ἀμφότερα τὰ στρατόπεδα ἐς ἓν ξυλλαβὼν ἐπ’ αὐτοὺς ᾔει. καταλαβών τε ἐν τῷ ἱερῷ καὶ τὰ πιστὰ δοὺς ἅπαντας ἔκτεινε.
16.1 Ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθε, Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ, ἄνδρα πατρίκιον, ἐς Λιβύην ξὺν ὀλίγοις τισὶν ἔπεμψε.
16.2 καὶ Σύμμαχος δὲ αὐτῷ καὶ Δόμνικος, ἄνδρες ἐκ βουλῆς, εἵποντο, ἅτερος μὲν ἔπαρχός τε καὶ χορηγὸς τῆς δαπάνης ἐσόμενος, Δόμνικος δὲ τῷ πεζῷ στρατῷ ἐπιστατήσων. Ἰωάννης γὰρ ἐτελεύτα ἤδη νοσήσας, ᾧ δὴ ἐπέκειτο ἡ τιμὴ αὕτη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme