Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

15.36 ἀλλὰ μὴν κἀκεῖνο εἰσιέναι ὑμᾶς προσήκει, ὡς ὅπλα κατὰ Ῥωμαίων ἀράμενοι, ἢν ὑπ’ αὐτοῖς ἔσεσθε, οὐ μετρίων οὐδὲ συγγνωμόνων δεσποτῶν πειραθήσεσθε, ἀλλὰ πείσεσθε μὲν τὰ ἀνήκεστα, προσέσται δὲ ὑμῖν τὸ μὴ ἀδίκως ἀπολωλέναι. ὁ μὲν οὖν θάνατος ὅτῳ ἂν ὑμῶν ἐν τῇ μάχῃ ἀφίξηται ταύτῃ, δηλονότι εὐκλεὴς ἔσται·
15.37 βίος δὲ κρατήσασι μὲν τῶν πολεμίων αὐτόνομός τε καὶ τἄλλα εὐδαίμων, ἡσσημένοις δὲ πικρὸν μὲν ἄλλο οὐκ ἂν εἴποιμι, τὴν ἐλπίδα δὲ ξύμπασαν εἰς τὸν ἐκείνων ἔλεον ἔχων.
15.38 ἡ δὲ ξυμβολὴ οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσται.
15.39 τῷ τε γὰρ πλήθει παρὰ πολὺ ἡσσῶνται ἡμῶν οἱ πολέμιοι καὶ ὡς ἥκιστα προθυμούμενοι ἐφ’ ἡμᾶς ἴασιν, οὓς οἶμαι καὶ τῆσδε ἡμῖν εὔχεσθαι τῆς ἐλευθερίας μεταλαχεῖν.” τοσαῦτα μὲν καὶ ὁ Στότζας εἶπεν.
15.40 Ἰόντων δὲ ἐς τὴν ξυμβολὴν τῶν στρατοπέδων πνεῦμα σκληρόν τε καὶ δεινῶς λυπηρὸν κατ’ ὄψιν ἐς τοὺς Στότζα στασιώτας ἐνέπεσε.
15.41 διὸ δὴ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι τὴν μάχην αὐτόθι ποιήσασθαι, δεδιότες μὴ τὸ πνεῦμα ὑπερβιαζόμενον τὰ μὲν τῶν πολεμίων βέλη ἐπὶ σφᾶς ἰθύνοι, βελῶν δὲ τῶν σφετέρων ἡ ῥύμη ὡς μάλιστα ἀναστέλλοιτο.
15.42 ἄραντες οὖν ἐγκάρσιοι ᾔεσαν, λογιζόμενοι ὡς ἢν καὶ οἱ πολέμιοι, ὡς τὸ εἰκός, μεταβάλλοιντο, ὅπως δὴ μὴ ὄπισθεν ὑπὸ σφῶν ἐνοχλοῖντο, κατὰ πρόσωπον αὐτοῖς τὸ πνεῦμα ἔσται.
15.43 Βελισάριος δέ, ἐπεὶ αὐτοὺς εἶδε τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιιόντας, αὐτίκα δὴ ἐκέλευε τῶν χειρῶν ἄρχειν.
15.44 οἱ δὲ ἀμφὶ Στότζαν ἐς ταραχὴν ἐκ τοῦ ἀπροσδοκήτου καταστάντες ξὺν ἀταξίᾳ πολλῇ, ὡς ἕκαστός πη ἐδύνατο, ἐς φυγὴν ὥρμηντο, ἐς Νουμιδίαν τε ἀφικόμενοι συνελέγοντο αὖθις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme