Book 4
2.11
ἢν δέ γε περιεσώμεθα τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ ζῶντες ἐν πᾶσιν ἀγαθοῖς βιοτεύσομεν καὶ μετὰ τὴν εὐπρεπῆ τοῦ βίου καταστροφὴν παισὶ μὲν καὶ γυναιξὶ τὰ τῆς εὐδαιμονίας ἀπολελείψεται, τῷ δὲ τῶν Βανδίλων ὀνόματι τὸ περιεῖναί τε καὶ τὴν ἀρχὴν διασώσασθαι.
2.12
εἰ γάρ τισι καὶ ἄλλοις πώποτε ὑπὲρ τῶν ὅλων τετύχηκεν ἀγωνίζεσθαι, καὶ αὐτοὶ νῦν μάλιστα πάντων γινώσκομεν ὡς τὰς ὑπὲρ ἁπάντων ἐλπίδας ἐφ’ ἡμῖν αὐτοῖς φέροντες ἐς τὴν παράταξιν καθιστάμεθα.
2.13
οὐκ ἐπὶ τοῖς σώμασι τοίνυν τοῖς ἡμετέροις ὁ φόβος οὐδ’ ἐπὶ τῷ θνήσκειν ὁ κίνδυνος, ἀλλ’ ὥστε μὴ τῶν πολεμίων ἡσσῆσθαι. τῆς γὰρ νίκης ἀπολελειμμένοις τὸ τεθνάναι ξυνοίσει.
2.14
ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, μαλακιζέσθω Βανδίλων μηδείς, ἀλλὰ τῷ μὲν φρονήματι προϊέσθω τὸ σῶμα, αἰσχύνῃ δὲ τῶν μετὰ τὴν ἧτταν κακῶν ζηλούτω τὴν τοῦ βίου καταστροφήν.
2.15
τῷ γὰρ τὰ αἰσχρὰ αἰσχυνομένῳ πάρεστιν ἀεὶ τὸ μὴ δεδιέναι τὸν κίνδυνον. μάχης δὲ τῆς πρότερον γεγενημένης μηδεμία ὑμᾶς εἰσίτω μνήμη.
2.16
οὐ γὰρ κακίᾳ ἡμετέρᾳ ἡσσήθημεν, ἀλλὰ τύχης ἐναντιώμασι προσεπταικότες ἐσφάλημεν. ταύτης δὲ τὸ ῥεῦμα οὐκ ἀεὶ κατὰ ταὐτὰ φέρεσθαι πέφυκεν, ἀλλ’ ἐν ἡμέρᾳ ἑκάστῃ ὡς τὰ πολλὰ μεταπίπτειν φιλεῖ.
2.17
τῷ δὲ ἀνδρείῳ τοὺς πολεμίους ὑπεραίρειν αὐχοῦμεν καὶ πλήθει παρὰ πολὺ ὑπερβάλλεσθαι·
2.18
μέτρῳ γὰρ αὐτῶν περιεῖναι οὐχ ἧσσον ἢ δεκαπλασίῳ οἰόμεθα. καὶ τί προσθήσω πολλά τε καὶ μεγάλα εἶναι τὰ νῦν μάλιστα ἡμᾶς ἐς ἀρετὴν ὁρμῶντα, τήν τε τῶν προγόνων δόξαν καὶ τὴν παραδοθεῖσαν ἡμῖν ὑπ’ ἐκείνων ἀρχήν;
2.19
ἡ μὲν γὰρ ἐφ’ ἡμῖν τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦς ἐγκαλύπτεται, ἡ δὲ ὡς ἀναξίους ἡμᾶς ἀποφυγεῖν ἰσχυρίζεται.