Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 4

14.37 Σολόμων δὲ ἐς τὸ ἱερόν, ὅ ἐστι μέγα ἐν Παλατίῳ, καταφυγὼν ἔλαθεν, ἔνθα δὴ καὶ Μαρτῖνος αὐτῷ ἀμφὶ δείλην ὀψίαν ἦλθεν.
14.38 ἐπεὶ δὲ οἱ στασιῶται πάντες ἐκάθευδον, ἐξελθόντες ἐκ τοῦ ἱεροῦ ἐς τὴν Θεοδώρου τοῦ ἐκ Καππαδοκίας οἰκίαν ἦλθον, ὃς αὐτοὺς δειπνῆσαί τε οὔ τι προθυμουμένους ἠνάγκασε, καὶ ἐς τὸν λιμένα διακομίσας ἐς λέμβον νεὼς δή τινος ἐσεκόμισεν, ὃς δὴ ἐνταῦθα Μαρτίνῳ παρεσκευασμένος ἐτύγχανεν.
14.39 εἵποντο δὲ Προκόπιός τε, ὃς τάδε ξυνέγραψε, καὶ τῆς Σολόμωνος οἰκίας ἄνδρες πέντε μάλιστα.
14.40 σταδίους τε τριακοσίους ἀνύσαντες ἀφίκοντο ἐς Μισούαν τὸ Καρχηδονίων ἐπίνειον, καὶ ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, αὐτίκα Σολόμων ἐκέλευε Μαρτῖνον ἐς Νουμιδίαν παρὰ Βαλεριανόν τε καὶ τῶν ξυναρχόντων τοὺς ἄλλους ἰέναι, πειρᾶσθαί τε, εἴ πως δύναιτο αὐτῶν ἕκαστος τῶν τινας γνωρίμων στρατιωτῶν ἢ χρήμασιν ἢ τρόπῳ ἑτέρῳ τῳ ὑπελθὼν ἐς εὔνοιαν τὴν βασιλέως μεταγαγεῖν.
14.41 καὶ πρὸς Θεόδωρον γράμματα ἔπεμπε, Καρχηδόνος τε ἐπιστέλλων ἐπιμελεῖσθαι καὶ τὰ ἄλλα διέπειν ὅπη ἂν αὐτῷ δοκῇ δυνατὰ εἶναι, αὐτὸς δὲ ξὺν Προκοπίῳ παρὰ Βελισάριον ἐς Συρακούσας ἀφίκετο.
14.42 ἅπαντά τε αὐτῷ ἀγγείλας ὅσα ἐν Λιβύῃ γενέσθαι ξυνέπεσεν, ἐδεῖτο κατὰ τάχος ἰέναι τε ἐς Καρχηδόνα καὶ βασιλεῖ ἀμῦναι πάσχοντι πρὸς στρατιωτῶν τῶν αὐτοῦ τὰ ἀνόσια. καὶ Σολόμων μὲν ταῦτα ἐποίει.
15.1 Οἱ δὲ στασιῶται τὰ ἐν Καρχηδόνι ἅπαντα ληισάμενοι ἔς τε τὸ Βούλλης ξυλλεγέντες πεδίον Στότζαν, τῶν Μαρτίνου δορυφόρων ἕνα, τύραννον σφίσιν εἵλοντο, ἄνδρα θυμοειδῆ καὶ δραστήριον, ἐφ’ ᾧ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης πάσης κρατήσουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme